Τίβυρις

Stephanos of Byzantium - Ethnika

Τίβυρις OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #120
Greek source: meineke
Meineke: 622.20 | Billerbeck: Τ120
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-24
Word count: 47
Source: vol4_334.jpg
Edit
Τίβυρις, πόλις Ἰταλίας. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων “ἔστι δ´ ἐν μεσογείῳ καὶ Τίβυρα πόλις Ἑλληνὶς τὴν ἀρχὴν γεγονυῖα, ἀπέχουσα ἀπὸ Ῥώμης σταδίους ρμζʹ”. τὸ ἐθνικὸν Τιβυρτῖνος. Νικάνωρ δ´ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ, καὶ τὸ ἐθνικὸν Τιβουρῖνον, ὃ καὶ ἀναλογώτερον. “ἐν ᾗ Τιβουρίνιον τέμενος”. αὕτη Πολυστέφανος ὠνομάζετο πρότερον.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.100
char LCS 111 (40.4%) · word LCS 19 (40.4%)
Stephanos
Τίβυρις, πόλις Ἰταλίας. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων “ἔστι δ´ ἐν μεσογείῳ καὶ Τίβυρα πόλις Ἑλληνὶς τὴν ἀρχὴν γεγονυῖα, ἀπέχουσα ἀπὸ Ῥώμης σταδίους ρμζʹ”. τὸ ἐθνικὸν Τιβυρτῖνος. Νικάνωρ δ´ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ, καὶ τὸ ἐθνικὸν Τιβουρῖνον, ὃ καὶ ἀναλογώτερον. “ἐν ᾗ Τιβουρίνιον τέμενος”. αὕτη Πολυστέφανος ὠνομάζετο πρότερον.
Herodian
…αὐτῆς Ἀλέξανδρος ἐν Ἀσίᾳ λέγων ἀγχιβαθὴς δ´ ἄρα νῆσος ἁλὸς κατὰ βένθος Ἐρυθρῆς Ὤγυρις, ἔνθα τε τύμβος ἁλὸς μεδέοντος Ἐρύθρα κέκληται. καὶ Κάσυρις νῆσος Λυκίας. Ἀρτεμίδωρος. καὶ Τίβυρις πόλις Ἰταλίας. λέγεται καὶ Τίβυρα. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων «ἔστι δ´ ἐν μεσογείῳ καὶ Τίβυρα πόλις Ἑλληνὶς τὴν ἀρχὴν γεγονυῖα, ἀπέχουσα ἀπὸ Ῥώμης σταδίους ρμζʹ». Νικάνωρ δ´ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ. τὸ δὲ ἄγυρις καὶ πανήγυρις κατὰ τροπὴν ἐγένετο.
Herodian 1.180
char LCS 40 (14.5%) · word LCS 4 (8.5%)
Stephanos
Τίβυρις, πόλις Ἰταλίας. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων “ἔστι δ´ ἐν μεσογείῳ καὶ Τίβυρα πόλις Ἑλληνὶς τὴν ἀρχὴν γεγονυῖα, ἀπέχουσα ἀπὸ Ῥώμης σταδίους ρμζʹ”. τὸ ἐθνικὸν Τιβυρτῖνος. Νικάνωρ δ´ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ, καὶ τὸ ἐθνικὸν Τιβουρῖνον, ὃ καὶ ἀναλογώτερον. “ἐν ᾗ…
Herodian
…ούτων δ´ εἰσὶ καὶ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας οἰκοῦντες καὶ Γοργιππίας». Βελιτανοί οἱ αὐτοὶ τοῖς Λουσιτανοῖς ὡς Ἀρτεμίδωρος ἐν τρίτῃ γεωγραφουμένων. Σινοεσσανοί ἔθνος Ἰταλικόν, ὡς Πολύβιος ἐν τρίτῳ. Φρουρεντανός ἔθνος Ἰταλίας. Ἀρτεμίδωρος τετάρτῳ γεωγραφουμένων. Φωρμανοί πόλις Ἰταλίας καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Μυρλεανός, Τεανός, ἀκεανός. τὸ δὲ Κάρβανος ἀπὸ γενικῆς εὐθεῖα παραγομένη βαρύνεται. * Τὰ εἰς 'ενος' μὴ ὄντα μετοχικὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, Ἕλενος ὄνομα κύριον…