Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τίος, πόλις Παφλαγονίας τοῦ Πόντου, ἀπὸ Τίου ἱερέως τὸ γένος Μιλησίου, ὡς Φίλων. Δημοσθένης δ´ ἐν Βιθυνιακοῖς φησι κτιστὴν τῆς πόλεως γενέσθαι Πάταρον ἑλόντα Παφλαγονίαν, καὶ ἐκ τοῦ τιμᾶν τὸν Δία Τίον προσαγορεῦσαι. μέμνηται καὶ Μένιππος ἐν Παφλαγονίας περίπλῳ “ἀπὸ Ψύλλης χωρίου ἐς Τίον πόλιν καὶ ποταμὸν Βίλαιον στάδιοι Ϟʹ”. [καί] “οἱ πάντες ἀπὸ Ἡρακλείας ἐς Τίον πόλιν καὶ ποταμὸν Βίλαιον στάδιοι τοʹ”. καὶ πάλιν “οἱ πάντες ἀπὸ Τίου εἰς Ἄμαστριν στάδιοι σκʹ”. Στράβων ἐν τῷ δωδεκάτῳ οὐδετέρως καὶ τρισυλλάβως τὸ Τίειον φησί. κ…
Τὰ εἰς 'ος' δισύλλαβα τὸ δίχρονον ἔχοντα βραχὺ βαρύνεται, σάος καὶ Σάος ἡ τῶν Σαΐων νῆσος. Ἴος νῆσος τῶν Κυκλάδων ἀπὸ Ἰώνων οἰκησάντων, ἔστι καὶ Λυδίας. Τίος πόλις Παφλαγονίας ἀπὸ Τιέως ἱερέως τὸ γένος Μιλησίου, ὡς Φίλων. Δημοσθένης δ´ ἐν Βιθυνιακοῖς φησι κτιστὴν τῆς πόλεως γενέσθαι Πάταρον ἑλόντα Παφλαγονίαν καὶ ἐκ τοῦ τιμᾶν τὸν Δία Τίον προσαγορεῦσαι. μέμνηται καὶ Μένιππος ἐν Παφλαγονίας περίπλῳ »ἀπὸ Ψύλλης χωρίου ἐς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι ϟ« καὶ »οἱ πάντες ἀπὸ Ἡρακλείας ἐς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι τοʹ«. καὶ πάλιν »οἱ πάντες ἀπὸ Τίου εἰς Ἄμαστριν στάδιοι σκʹ. Στράβων ἐν δωδεκάτῳ οὐδετέρως καὶ τρισυλλάβως τὸ Τίειόν φησιν. Χίος ἡ…