Τίρυνς

Stephanos of Byzantium - Ethnika

Τίρυνς OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #136
Greek source: meineke
Meineke: 625.17 | Billerbeck: Τ136
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-24
Word count: 55
Source: vol4_342.jpg
Edit
Τίρυνς, πόλις τῆς Πελοποννήσου “οἳ δ´ Ἄργος τ´ εἶχον Τίρυνθά τε τειχιόεσσαν”. ἀπὸ Τίρυνθος τῆς Ἄλω θυγατρός, ἥ τις Ἀμφιτρύωνος ἦν ἀδελφή. ἐκαλεῖτο δὲ πρότερον Ἁλιεῖς διὰ τὸ πολλοὺς Ἑρμιονέων ἁλιευομένους οἰκεῖν αὐτοῦ. τὸ ἐθνικὸν Τιρύνθιος καὶ Τιρυνθιάς τὸ θηλυκὸν καὶ Τιρυνθίς. τὸ ἐκ τόπου Τιρυνθόθεν, εἰς τόπον Τίρυνθόνδε. ὤφειλε δὲ Τίρυνθάδε ὡς πρὸς αἰτιατικήν.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.246
char LCS 60 (20.3%) · word LCS 12 (21.8%)
Stephanos
Τίρυνς, πόλις τῆς Πελοποννήσου “οἳ δ´ Ἄργος τ´ εἶχον Τίρυνθά τε τειχιόεσσαν”. ἀπὸ Τίρυνθος τῆς Ἄλω θυγατρός, ἥ τις Ἀμφιτρύωνος ἦν ἀδελφή. ἐκαλεῖτο δὲ πρότερον Ἁλιεῖς διὰ τὸ πολλοὺς Ἑρμιονέων ἁλιευομένους οἰκεῖν αὐτοῦ. τὸ ἐθνικὸν Τιρύνθιος καὶ Τιρυνθιάς τὸ θηλυκὸν καὶ Τιρυνθίς. τὸ ἐκ τόπου Τιρυν…
Herodian
ἀφ´ ὧν εὐδίας γινομένης ἔλαιον ἐπιπολάζει τοσοῦτον, ὅσον ἀρύεσθαι αὐτὸ ταῖς χερσὶν εἰς σκάφος καὶ χρῆσθαι αὐτῷ. ἅλως, ἕως. τὰ δὲ μὴ οὕτως ἔχοντα ὀξύνεται, αἰδώς, ἠώς. * Τὰ εἰς δύο σύμφωνα λήγοντα πολυσύλλαβα βαρύνεται, Τῖρυνς πόλις τῆς Πελοποννήσου »οἱ δ´ Ἄργος τ´ εἶχον Τίρυνθά τε τειχιόεσσαν« (Β 559). καλεῖται δὲ ἀπὸ Τίρυνθος ἀδελφοῦ Ἀμφιτρύωνος. γέγονε δὲ ἐκ τοῦ Τῖρυς προσθέσει τοῦ 'ν'. ἕλμινς, μάκαρς, δάμαρς, Σάλαρς νῆσος Λιβύης, Περίηρς παρ´ Ἀλκμᾶνι ἐκ τοῦ περιήρης. ἔστι δὲ ἄκλιτον. τὸ δὲ μονοσύλλαβον ἅλ…