Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τιτακίδαι, δῆμος τῆς Ἀντιοχίδος φυλῆς, ἀπὸ Τιτακοῦ τοῦ προδόντος Ἀφίδνας τοῖς Διοσκούροις. ὁ δημότης Τιτακίδης ὁμοφώνως. καὶ τὰ τοπικὰ ἐπιρρήματα ὡσαύτως.
…στα πόλις Σικελίας. Αἴγεστος στρατηγός τις, ἀφ´ οὗ Αἰγεσταῖοι οἱ Θεσπρωτοί. Πραίνεστος πόλις Ἰταλίας ἀπὸ Πραινέστου τοῦ Λατίνου τοῦ Ὀδυσσέως καὶ Κίρκης υἱοῦ. Μάκιστος ὁ ἀδελφὸς Φρίξου καὶ πόλις τῆς Τριφυλίας. Ἀνάφλυστος δῆμος τῆς Ἀντιοχίδος φυλῆς ἀπὸ Ἀναφλύστου ἥρωος. Παυσανίας δευτέρῳ ( 30, 9) «Τροιζῆνος οἱ παῖδες Ἀνάφλυστος καὶ Σφῆττος». Κάρυστος ὁ Χείρωνος καὶ ἀπ´ αὐτοῦ πόλις ὑπὸ τῇ Ὄχῃ ὄρει τῆς Εὐβοίας. ἔστι καὶ Κάρυστος τόπος τῆς Αἴγυος πρὸς Ἀρκαδίαν, ἀφ´ οὗ Κα…