Τομεύς

Stephanos of Byzantium - Ethnika

Τομεύς OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #151
Greek source: meineke
Meineke: 628.6 | Billerbeck: Τ151
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-24
Word count: 50
Source: vol4_348.jpg
Edit
Τομεύς, πόλις πρὸς τῇ Ὀδησσῷ. Στράβων ἑβδόμῃ. ὠνομάσθη δὲ οὕτως διὰ τὸ Ἄψυρτον τὸν Αἰήτου υἱὸν ὑπὸ Μηδείας καὶ Ἰάσονος ἐν τῇ φυγῇ ἐκεῖ κατατμηθῆναι. ἔστι καὶ Τομαῖον ὄρος παρὰ τὸ Κορυφάσιον τῆς Πύλου, ἐοικὸς σμίλῃ. ὁ πολίτης Τομίτης, καὶ Τομῖτις τὸ θηλυκόν. ὤφειλε δὲ ὡς Ἀταρνείτης διὰ διφθόγγου γράφεσθαι.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.241
char LCS 120 (48.4%) · word LCS 25 (50.0%)
Stephanos
Τομεύς, πόλις πρὸς τῇ Ὀδησσῷ. Στράβων ἑβδόμῃ. ὠνομάσθη δὲ οὕτως διὰ τὸ Ἄψυρτον τὸν Αἰήτου υἱὸν ὑπὸ Μηδείας καὶ Ἰάσονος ἐν τῇ φυγῇ ἐκεῖ κατατμηθῆναι. ἔστι καὶ Τομαῖον ὄρος παρὰ τὸ Κορυφάσιον τῆς Πύλου, ἐοικὸς σμίλῃ. ὁ πολίτης Τομίτης, καὶ Τομῖτις τὸ θηλυκόν. ὤφειλε δὲ ὡς Ἀταρνείτης διὰ διφθόγγου γράφεσθαι.
Herodian
…οις οἰκοῦντες οἴκοις, ὡς Εὐφορίων. Ῥοπεῖς ἔθνος, οὗ μέμνηται Φαβωρῖνος ἐν ἐπιτομῇ δʹ τῆς Παμφίλης. Σαλγανεύς »μετὰ τὴν Χαλκίδα ἐστὶν ὁ Σαλγανεὺς συνάπτων τῷ Εὐρίπῳ«. Σχοινεύς ποταμὸς Ἀρκαδίας ἀπὸ Σχοινέως τοῦ Ἀθάμαντος. Τομεύς πόλις πρὸς τῇ Ὀδησσῷ. Στράβων ἑβδόμῃ. ὠνομάσθη δὲ οὕτως διὰ τὸ Ἄψυρτον τὸν Αἰήτου υἱὸν ὑπὸ Μηδείας καὶ Ἰάσονος ἐν τῇ φυγῇ ἐκεῖ κατατμηθῆναι. Ὑλλεῖς ἔθνος Λιβυρνικόν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέους καὶ Δηϊανείρας. ἔστι δὲ ὡς Φῶκος Φωκεύς, Αἴολος Αἰολεύς, οὕτως Ὕλλος Ὑλλεύς. καὶ Ὑλλεύς ὁ φυλέτης φυλῆς Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων Ὑλλίδος. Χάραξ θʹ »καὶ Παμφύλιο…