Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τορώνη, πόλις Θρᾴκης, ἀπὸ Τορώνης τῆς Πρωτέως ἢ Ποσειδῶνος καὶ Φοινίκης. ἔστι καὶ ἄλλη Τορώνη μετὰ Τροίαν κτισθεῖσα. ὁ πολίτης Τορωναῖος. ἔστι καὶ ἄλλη πόλις Σικελίας Τόροννα διὰ δύο « νν » καὶ δύο « οο ». λέγεται καὶ Τορωναϊκὸς κόλπος. οὕτως δὲ καλεῖται ἀπὸ τοῦ Καναστραίου ἕως τῆς Δέρρεως.
…τὰς Τρῳάδας αἰχμαλώτους, διὰ τὸ μὴ ὑπὸ τῶν Ἑλλήνων εἰς δουλείαν ἀπενεχθῆναι τῶν αὐτῶν γυναικῶν, ἐμπρῆσαι τὰς ναῦς. οἱ δὲ πλοίων ἀποροῦντες ἐξ ἀνάγκης κατέμειναν αὐτοῦ πόλιν Σκιώνην οἰκίσαντες. Οἰνώνη νῆσος τῶν Αἰακιδῶν. Τορώνη πόλις Θρᾴκης ἀπὸ Τορώνης τῆς Πρωτέως ἢ Ποσειδῶνος καὶ Φοινίκης. ἔστι καὶ ἄλλη Τορώνη μετὰ Τροίαν κτισθεῖσα. τὸ δὲ Αἰξωνή δῆμος τῆς Κεκροπίδος φυλῆς ὀξύνεται, ὡς εἴθισται ἐπὶ πολλῶν τῶν δήμων, καὶ τὸ Κλεωναί καὶ Κολωναί πόλεις πληθυντικῶς λεγόμεναι.