Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τράλλις, πόλις Λυδίας πρὸς τῷ Μαιάνδρῳ ποταμῷ, ἡ πρότερον [λεγομένη] Πολυάνθεια διὰ τὸ πολλὰ ἄνθη ἐκεῖ πεφυκέναι. ἐκαλεῖτο καὶ Ἐρυμνά· τὸ ἐθνικὸν Τραλλιανός.
…λλίς καὶ φυλὴ Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων. Βυβλίς, ἀδελφὴ Καύνου, οὗ ἐρασθεῖσα φεύγοντος ἐκείνου ἀπήγξατο. οὕτω δὲ καὶ ἐκαλεῖτο Μῆλος μία τῶν Κυκλάδων ἀπὸ τῶν Βυβλίων Φοινίκων. Βρυλλίς χώρα ἐν τῇ Προποντίδι. τὸ δὲ Τράλλις πόλις Λυδίας πρὸς τῷ Μαιάνδρῳ ποταμῷ, καὶ τὸ Βύλλις πόλις Ἰλλυρίδος παραθαλασσία, τῶν μετὰ Νεοπτολέμου Μυρμιδόνων κτίσμα. καὶ τὸ δέλλις τὸ μικρὸν σφηκίον διὰ τοῦ 'θ' κλίνεται. καὶ τὸ βάλλις δὲ βαρύνεται εἶδος ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τὸν νεκρόν. Τὰ εἰ…