Τραχεῖα

Stephanos of Byzantium - Ethnika

Τραχεῖα OCR ✓ Trans ✓ Confirmed ✓
region
Entry #175
Greek source: meineke
Meineke: 632.6 | Billerbeck: Τ175
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-25
Word count: 52
Source: vol4_358.jpg
Edit
Τραχεῖα, οὕτως ἡ Ἰσαυρία πᾶσα. Στράβων τεσσαρεσκαιδεκάτῃ “Κιλικίας δὲ τῆς ἔξω Ταύρου ἡ μὲν λέγεται τραχεῖα ἡ δὲ πεδιάς. τὸ τοπικὸν Τραχεώτης. ἀρχὴ δ´ αὐτῆς ἀπὸ Κορακησίου, ἡ πεδιὰς δὲ ἀπὸ Σόλων καὶ Ταρσοῦ μέχρι Ἰσσοῦ”. καί ἐστι τὸ ταύτης τοπικὸν ἔτι καὶ νῦν Πεδιανοί, ὀφεῖλον Πεδιεῖς ὡς Σουνιεῖς.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.249
char LCS 42 (17.7%) · word LCS 8 (16.3%)
Stephanos
Τραχεῖα, οὕτως ἡ Ἰσαυρία πᾶσα. Στράβων τεσσαρεσκαιδεκάτῃ “Κιλικίας δὲ τῆς ἔξω Ταύρου ἡ μὲν λέγεται τραχεῖα ἡ δὲ πεδιάς. τὸ τοπικὸν Τραχεώτης. ἀρχὴ δ´ αὐτῆς ἀπὸ Κορακησίου, ἡ πεδιὰς δὲ ἀπὸ Σόλων καὶ Ταρσοῦ μέχρι Ἰσσοῦ”. καί ἐστι τὸ ταύτης τοπικὸν ἔτι καὶ νῦν Πεδιανοί, ὀφεῖλον Πεδιεῖς ὡς Σουνιεῖς.
Herodian
…ρυτόνων προπαροξύνεται, ἥμισυς ἡμίσεια, θῆλυς θήλεια. τὰ μέντοι ἀπὸ ὀξυτόνων προπερισπῶνται, ταχύς ταχεῖα, βραδύς βραδεῖα, πλατύς πλατεῖα. ἔστι δὲ καὶ Πλατεῖα νῆσος Λιβύης. τραχύς τραχεῖα. λέγεται δὲ καὶ ἡ Ἰσαυρία τραχεῖα. Στράβων τεσσαρεσκαιδεκάτῃ »Κιλικίας δὲ τῆς ἔξω τοῦ Ταύρου ἡ μὲν λέγεται τραχεῖα, ἡ δὲ πεδιάς« καὶ ἡ Ἔφεσος Τρηχεῖα ἐκαλεῖτο. ὀξύς ὀξεῖα. εἰσὶ δὲ καὶ Ὀξεῖαι νῆσοι τῶν Ἐχινάδων, ἃς θοὰς ὁ ποιητὴς εἶπεν (Od. ο 299). πλὴν τοῦ λίγεια (ἔστι δὲ καὶ νῆσος) καὶ ἐλάχεια ἀπὸ τοῦ…