Τρεμιθοῦς, κώμη Κύπρου. καλοῦνται Τρεμιθούσιοι καὶ Τρεμιθοπολῖται. φασὶ δ´ ὅτι ἐπιβάσης Ἀφροδίτης εἰς τὸν τόπον διὰ τὴν παρουσίαν τῆς δαίμονος ὑπὸ τρόμου διασαλευθῆναι, διὸ καὶ Τρεμιθοῦντα κληθῆναι. ἐμοὶ δὲ δοκεῖ ἀπὸ τῶν περὶ τὸν τόπον πεφυκυιῶν τερεβίνθων ἃς Τύπριοι τρεμίθους καλοῦσιν ὠνομάσθαι, ὥσπερ πλείστας ἄλλας ἀπὸ τῶν ἐν αὐταῖς πλεοναζόντων φυτῶν, ἐν μὲν τῇ Ἀττικῇ Ῥαμνοῦντα, ἐν δὲ τῇ Πελοποννήσῳ Κυπάρισσον καὶ Θρύον, καὶ Ἐλαίας.
Translation pending