Stephanos of Byzantium - Ethnika
Tremile: Tremile, Lycia was so called from Tremilos, as Panyassis: "There dwelt great Tremiles, and he married a daughter, the Ogygian nymph, whom they call Praxidike, on silver Sibros, beside the eddying river; and her destructive sons were Tloos, Xanthos, Pinaros and Kragos, who in his might plundered all the ploughlands." The inhabitants Tremileis. Alexander: "when he had died, Bellerophon renamed the Tremileis Lycians". Hecataeus calls them Tremilai in the fourth book of the Genealogies.
External translation supplied by Brady Kiesling; reported Claude Fable 5.5 translation. Credit: Brady Kiesling and the Stephanos project (Greg Baker, Gabriel Jower, Greta Hawes, Brady Kiesling). Not individually verified; exact Greek input not supplied.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τρεμίλη, ἡ Λυκία ἐκαλεῖτο οὕτως ἀπὸ Τρεμίλου, ὡς Πανύασις ἔνθα δ´ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπ´ ἀργυρέῳ ποταμῷ παρὰ δινήεντι· τῆς δ´ ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός τε καὶ Κράγος, ὃς κρατέων πάσας ληίζετ´ ἀρούρας. οἱ κατοικοῦντες Τρεμιλεῖς. Ἀλέξανδρος “τελευτήσας τὰς δὲ τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν”. Ἑκαταῖος Τρεμίλας αὐτοὺς καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν.
…· ἐχρῆν δὲ Ἀκέλητα εἶναι. ἔοικε δὲ λέγεσθαι ἀπὸ Ἀκέλου τοῦ Ἡρακλέους καὶ Μαλίδος παιδός, δούλης τῆς Ὀμφάλης, ὡς Ἑλλάνικος. Ἀμέλης Ἀμέλητος ὄνομα ποταμοῦ, Τρεμίλης Τρεμίλου καὶ Τρεμίλητος, ἀφ´ οὗ ἡ Λυκία ἐκαλεῖτο Τρεμίλη ὡς Πανύασις ἔνθα δ´ ἔναιε μέγας Τρεμίλης καὶ ἔγημε θύγατρα, νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσιν, Σίβρῳ ἐπ´ ἀργυρέῳ ποταμῷ παρὰ δινήεντι· τῆς δ´ ὀλοοὶ παῖδες Τλῶος Ξάνθος Πίναρός τε καὶ Κράγος, ὃς κρατέων πάσας ληΐζετ´ ἀρούρας. Ἑκαταῖος Τρεμίλας τοὺς κατοικοῦντας καλεῖ ἐν τετάρτῳ τῶν γενεαλογιῶν, Ἀλέξανδρος δὲ Τρεμιλέας »τελευτήσας τοὺς Τρεμιλέας Λυκίους Βελλεροφόντης μετωνόμασεν«. Ἡρόδοτος δὲ Τερμίλας αὐτοὺς καλεῖ ἐν πρώτῳ (c. 173). ὁ δὲ χρη…