Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τρῆρος, χωρίον Θρᾴκης, καὶ Τρῆρες Θρᾴκιον ἔθνος. λέγεται καὶ τρισυλλάβως παρὰ Καλλίνῳ τῷ ποιητῇ “Τρήρεας ἄνδρας ἄγων”. Θεόπομπος Τρᾶρας αὐτοὺς καλεῖ.
Σήρ ἔθνος Ἰνδικόν, ὅθεν σηρικὰ τὰ πολυτελῆ ἱμάτια. Τρήρ Θρᾴκιον ἔθνος. λέγεται καὶ τρισυλλάβως παρὰ Καλλίνῳ τῷ ποιητῇ »Τρήρεας ἄνδρας ἄγων«. Θεόπομπος Θρᾶρας αὐτοὺς καλεῖ. Ἀρριανὸς δὲ ἐν Βιθυνιακοῖς Τρίηρας. θήρ, φήρ ὁ κένταυρος »φηρσὶν ὀρεσκῴοις« (Α 268) καὶ κήρ τὸ θηλυκὸν ἡ θανατηφόρος μοῖρα »μάρτυροι οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι« (Β 302) καὶ κατὰ ποιητικὴν σ…