Τρικόρυνθον, οὐδετέρως Δίδυμος καὶ Διόδωρος, Διονύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς. ἔστι δὲ δῆμος τῆς Αἰαντίδος φυλῆς. ὁ δημότης Τρικορύσιος, καὶ θηλυκὸν Τρικορυσία. Ἀριστοφάνης ἐν Λυσιστράτῃ “οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;” καὶ Τρικορυνθόθεν καὶ Τρικόρυνθόνδε καὶ Τρικορυνθοῖ.
Translation pending