Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
… Σικελία, παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. τὸ ἐθνικὸν Τρινακριεύς. Καλλίμαχος δ´ Αἰτίων αʹ Τρινάκριον πόντον φησίν. ἐκλήθη δ´ οὕτως ἢ ὅτι τρεῖς ἄκρας ἔχει ἢ ὅτι θρίνακί ἐστιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆς ὁμοιότητος χωρία προσηγόρευται, Λυρνησσός Βρεντέσιον Σαρδώ. Σίβυλλα δὲ [διὰ τὸ] Τρίνακον [βούκολον] τὸν Ποσειδῶνος Σικελίας ἄρξαι, Τρινακίης νήσου, ἣν ἔκτισε Τρίνακος ἥρως, υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος. ὕστερον Σικανία ἐκλήθη ἀπὸ Σικανοῦ.
…Νουκρία πόλις Τυρρηνίας. Φίλιστος ιαʹ. εὕρηται καὶ Νακρία διὰ τοῦ 'α'. Ῥεμουρία πόλις πλησίον Ῥώμης. Τρινακρία ἡ Σικελία παρὰ τὸ τρεῖς ἔχειν ἄκρας. ἢ ὅτι θρίνακί ἐστιν ὁμοία. πολλὰ δὲ ἀπὸ τῆς ὁμοιότητος χωρία προσαγορεύεται, Λυρνησσός Βρεντέσιον Σαρδώ. Σίβυλλα δὲ διὰ τὸ Τρίνακον βούκολον τὸν Ποσειδῶνος Σικελίας ἄρξαι· Τρινακίης νήσου, ἣν ἔκτισε Τρίνακος ἥρως, υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος. Ὑρία χωρίον πλησίον Αὐλίδος. Ἡσίοδος δ´ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δ´ ἐν Ὑσιαῖς. ἔστι δὲ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δὲ Ὑσιαί τῆς Παρασωπίας ὑπ´ αὐτὸν τὸν Κιθαιρῶνα. ἔστιν Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σ…