Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τριποδίσκος καὶ Τριποδίσκοι, κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκη· Ἡρωδιανὸς δωδεκάτῃ. ὁ κωμήτης Τριποδίσκιος. Καλλίμαχος δ´ ἐν Αἰτίων ... πόλιν αὐτὴν εἶναί φησι.
…σκος, Κωραλίσκος, οὐρανίσκος, Βορμίσκος πόλις Μακεδονίας. Δορίσκος πόλις Θρᾴκης καὶ πεδίον. Φαλίσκος πόλις Ἰταλίας καὶ ὁ οἰκήτωρ ὁμοφώνως. Ἱππουρίσκος νῆσος Καρίας. Σκορδίσκος ἔθνος Παιονίας ὡς Φλέγων ἐν Ὀλυμπιάδων ιεʹ. Τριποδίσκος καὶ Τριποδίσκοι κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκη. Ἐλευθερίσκος πόλις Μακεδονίας. Ταυρίσκος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη. λέγονται καὶ Ταυρῖνοι, ὡς Πολύβιος τρίτῳ (c. 60, 8). Ἐρατοσθένης Τερίσκους αὐτούς φησι διὰ τοῦ 'ε', οἳ καὶ Ταῦροι λέγονται. τὸ μέντοι Δαμασκός —ἔστι δὲ…
Τριποδίσκος καὶ Τριποδίσκοι, κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκη· Ἡρωδιανὸς δωδεκάτῃ. ὁ κωμήτης Τριποδίσκιος. Καλλίμαχος δ´ ἐν Αἰτίων ... πόλιν αὐτὴν εἶναί φησι.
…κὸν ὀξύνεται. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε ἀπὸ τοῦ ἀΐσσω ὡς φυλάσσω φυλακή, ὑλάσσω ὑλακή. καὶ τὰ ἔχοντα 'σ' πρὸ τοῦ 'κ' παροξύνεται, λεκανίσκη, παρθενίσκη, θυΐσκη, παιδίσκη, στεφανίσκη. Τριποδίσκη κώμη τῆς Μεγαρίδος. λέγεται καὶ Τριποδίσκος. Τὰ εἰς 'κη' ὑπερδισύλλαβα παραληγόμενα τῷ 'υ' βαρύνεται, Καλύκη κύριον ἀπὸ τῆς κάλυκος γενικῆς, σαμβύκη εἶδος ὀργάνου, Ἰτύκη πόλις Λιβύης. Ἐρύκη Σικελικὴ πόλις. Φίλιστος Σικελικῶν δευτέρᾳ. Ναρύκη πόλις Λοκρίδος, ἣ κα…