Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τρίπολις, πόλις Φοινίκης, διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίας, Ἀράδου Τύρου καὶ Σιδῶνος. ὁ πολίτης Τριπολίτης. ἔστι καὶ ἑτέρα Μακεδονίας καὶ ἄλλη Περραιβίας καὶ ἄλλη Καρίας, ἡ νῦν Νεάπολις Μεσσηνίας καὶ Ἀρκαδίας καὶ Ἠπείρου, καὶ ἄλλη Ποντική.
…πολυίστωρ. Χυτρόπολις Θρᾴκης χωρίον. Θεόπομπος Φιλιππικῶν εἰκοστῷ δευτέρῳ «παρῆλθεν εἰς Χυτρόπολιν, χωρίον ἀπῳκισμένον ἐξ Ἀφύτεως». Τρίπολις, πόλις Φοινίκης διὰ τὸ ἐκ τριῶν πόλεων ἔχειν ἀποικίας, Ἀράδου, Τύρου καὶ Σιδῶνος. ἔστι καὶ ἑτέρα Μακεδονίας καὶ ἄλλη Περραιβίας, καὶ ἄλλη Καρίας ἡ νῦν Νεάπολις, Μεσσηνίας καὶ Ἀρκαδίας καὶ Ἠπείρου καὶ ἄλλη Ποντική. Τετράπολις ἔχουσα δήμους καὶ πόλεις τέσσαρας Οἰνόην Προβάλινθον Τρικόρυνθον Μαραθῶνα. Ὑάμπολις πόλις Φωκίδος. Προξενούπολις περὶ Ναύκρατιν, Πυθόπολις Καρίας πόλις ἀπὸ Πυθοῦ περισπωμένως ὡς ἀπὸ τοῦ Ἑρμοῦ γενικῆς Ἑρμόπολ…