Τροία

Stephanos of Byzantium - Ethnika

Τροία OCR ✓ Trans ✓ Confirmed ✓
region
Entry #205
Greek source: meineke
Meineke: 638.12 | Billerbeck: Τ205
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-25
Word count: 87
Source: vol4_372.jpg
Edit
Τροία, χώρα Ἀσίας, ἡ πρότερον Ἰδαία εἶτα Τευκρίς εἶτα Τροία ἀπὸ Τρωός κατὰ Βοιωτούς, ἢ μᾶλλον ὡς βοιωτιακόν, ὡς Ἡρωδιανός. τὸ ἐθνικὸν Τρώς, ὁμόφωνον τῷ κτιστῇ, ὡς Ἀχαιός Δαναός Σικελός. τὸ θηλυκὸν Τρωίς καὶ Τρωιάς. ἢ παρὰ τὸ Τρώιος Τρωιάς, ὡς Λέσβιος Λεσβιάς. ἔστι καὶ Τρῴα θηλυκῶς. [καὶ Τρωίς καὶ Τρωιάς.] καὶ Τρωικόν τὸ κτητικόν. καὶ Τρωίη. εἰσὶ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥ τις νῦν Ξυπετή δῆμος καλεῖται. ἔστι καὶ πόλις ἐν Κεστρίᾳ τῆς Χαονίας. ἔστι καὶ τῆς Αἰγύπτου πόλις· ὁ πολίτης Τρωίτης. ἔστι καὶ Τρωίτης ποταμὸς καὶ Τρωικὸν ὄρος Αἰγύπτου. ἔστι καὶ Τροία πρὸς τῷ Ἀδρίᾳ τῆς Βενετίας, καὶ ἄλλη Λατίνων.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.302
char LCS 90 (18.6%) · word LCS 13 (12.5%)
Stephanos
…νικὸν Τρώς, ὁμόφωνον τῷ κτιστῇ, ὡς Ἀχαιός Δαναός Σικελός. τὸ θηλυκὸν Τρωίς καὶ Τρωιάς. ἢ παρὰ τὸ Τρώιος Τρωιάς, ὡς Λέσβιος Λεσβιάς. ἔστι καὶ Τρῴα θηλυκῶς. [καὶ Τρωίς καὶ Τρωιάς.] καὶ Τρωικόν τὸ κτητικόν. καὶ Τρωίη. εἰσὶ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥ τις νῦν Ξυπετή δῆμος καλεῖται. ἔστι καὶ πόλις ἐν Κεστρίᾳ τῆς Χαονίας. ἔστι καὶ τῆς Αἰγύπτου πόλις· ὁ πολίτης Τρωίτης. ἔστι καὶ Τρωίτης ποταμὸς καὶ Τρωικὸν ὄρος Αἰγύπτου. ἔστι καὶ Τροία πρὸς τῷ Ἀδρίᾳ τῆς Βενετίας, καὶ ἄλλη Λατίνων.
Herodian
Τὰ διὰ τοῦ 'οια' μακρά, ὅσα ἀπὸ ψιλοῦ συμφώνου ἄρχονται, βαρύνεται, ποία ἡ βοτάνη, Τροία ἀπὸ Τρωός κατὰ Βοιωτοὺς ἢ μᾶλλον ὡς Βοιωτιακόν. ἀπὸ γὰρ Τρώς Τρωός Τρώϊος καὶ Τρωΐα Τροία ὡς Ἀχελώϊος Ἀχελοῖος. εἰσὶ δὲ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥτις νῦν Ξυπετή δῆμος καλεῖται. ἔστι καὶ πόλις ἐν Κεστρίᾳ τῆς Χαονίας. ἔστι καὶ Αἰγύπτου πόλις. ἔστι καὶ Τροία πρὸς τῷ Ἀδρίᾳ τῆς Βενετίας, καὶ ἄλλη Λατίνων. κοία ἡ σφαῖρα, ἡ χρῆσις παρὰ Ἀντιμάχῳ »κοίας ἐκ χειρῶν σκόπελον μέτα ῥιπτάζουσιν«. ἔστι καὶ Κοία μία Ἀμαζόνων. οὕτω καὶ Οἴα ἡ κώμη. τὸ μέντοι …
Herodian 1.403
char LCS 37 (7.6%) · word LCS 7 (6.7%)
Stephanos
Τροία, χώρα Ἀσίας, ἡ πρότερον Ἰδαία εἶτα Τευκρίς εἶτα Τροία ἀπὸ Τρωός κατὰ Βοιωτούς, ἢ μᾶλλον ὡς βοιωτιακόν, ὡς Ἡρωδιανός. τὸ ἐθνικὸν Τρώς, ὁμόφωνον τῷ κτιστῇ, ὡς Ἀχαιός Δαναός Σικελός. τὸ θηλυκὸν Τρωίς καὶ Τρωιάς. ἢ παρὰ τὸ Τρώιος Τρωιάς, ὡς Λέσβιος Λεσβιάς. ἔστι καὶ Τρῴα θηλυκῶς. [καὶ Τρωίς καὶ Τρωιάς.] καὶ Τρωικόν τὸ κτητικόν. καὶ Τρωίη. εἰσὶ καὶ ἄλλαι Τροῖαι. ἐν Ἀττικῇ κώμη, ἥ τις νῦν Ξυπετή δῆμος…
Herodian
…ῖος Εὐρώπῃ. σῦς καὶ ὗς. φυλάσσουσι δὲ τὸ 'υ' ἐν τῇ κλίσει· τῶν δὲ ὑπὲρ μίαν συλλαβὴν ἀρσενικῶν ἓν μόνον ὁ ἰχθῦς ὁμοίως ἐκλίθη τοῖς προειρημένοις. Τὰ εἰς 'ως' ἀρσενικὰ μονοσύλλαβα περιττοσύλλαβα ὀξύνεται, Τρώς τὸ ἐθνικὸν ὁμόφωνον τῷ κτίστῃ ὡς Ἀχαιός, Δαναός, Σικελός, θώς, πλώς ἰχθῦς τις. δμώς, φώς ὁ ἄνθρωπος, χρώς »ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος (Il. Δ 510). Μώς τὸ μέντοι κατὰ τροπὴν Δωρικὴν γινόμενον βῶς ἀπὸ τοῦ βοῦς βοός περισπᾶται. τὰ μέντοι ἰσοσύλλαβα περισπῶνται, σώς «νῦν…