Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τροιζήν, πόλις Πελοποννήσου, ἀπὸ Τροιζῆνος τοῦ Πέλοπος. ἐκαλεῖτο δὲ Ἀφροδισιάς καὶ Σαρωνία καὶ Ποσειδωνιάς καὶ Ἀπολλωνιάς καὶ Ἀνθανίς· τὸ ἐθνικὸν Τροιζήνιος καὶ Τροιζηνία, καὶ Τροιζηνίς, καὶ οὐδέτερον Τροιζήνιον. ἔστι καὶ ἄλλη Τροιζήν ἐν Μασσαλίᾳ τῆς Ἰταλίας, ἣν Χάραξ Τροιζηνίδα χώραν φησί.
…ώγων κατὰ Φρύγας, ἀψήν. Τροιζήν καὶ ὁ κτιστὴς καὶ ἡ πόλις. εὑρίσκεται γὰρ καὶ πόλεσιν ὁμοφωνοῦντα τὰ τῶν κτιστῶν ὀνόματα· Καμικός Κολοφών Κόρινθος Κῶς Σικυών Κύρνος Λέσβος· οὕτως καὶ Τροιζήν· ἔστι δὲ πόλις Πελοποννήσου· ἔστι καὶ ἄλλη Τροιζήν ἐν Μασσαλίᾳ τῆς Ἰταλίας, ἣν Χάραξ Τροιζηνίδα χώραν φησίν. Τὰ εἰς 'λην' λήγοντα ὀξύνεται βαλλήν οὕτως ὁ βασιλεύς, Τελλήν, Ὠλήν, σωλήν, κωλήν, στελήν. σεσημείωται τὸ Ἕλλην βαρυνόμενον. Τὰ εἰς 'ην' ἁπλᾶ ἔχοντα δεδιπλασιασμένον σύμφωνον ὀξύνεται ἐσσήν, ὀσσήν, Τελλήν, βαλλήν πλὴν…