Τύανα, πόλις μέση Κιλικίας καὶ Καππαδοκίας “ὑποπεπτωκυῖα τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας”. οἱ πολῖται Τυανεῖς ὡς Ἀδανεῖς. λέγεται καὶ Τυανίτης καὶ Τυανῖτις θηλυκόν. ἐκαλεῖτο δὲ Θόανα καὶ κατὰ παραγραμματισμὸν Τύανα, ὡς Ἀρριανός. ἔστι καὶ Τύανα πόλις Αἰγύπτου, ᾗ μᾶλλον ἀναλογεῖ τὸ Τυανίτης διὰ τὴν Αἰγυπτίων χώραν.
Translation pending