Λῆμνος

Stephanos of Byzantium - Ethnika

Λῆμνος OCR ✓ Trans ✓ Confirmed ✓
Λῆμνος, νῆσος πρὸς τῇ Θρᾴκῃ, δύο πόλεις ἔχουσα, Ἡφαιστίαν καὶ Μύριναν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ τῆς μεγάλης λεγομένης θεοῦ, ἣν Λῆμνόν φασι· ταύτῃ δὲ καὶ παρθένους θύεσθαι. ᾠκίσθη δὲ πρῶτον ὑπὸ Θρᾳκῶν, οἳ Σίντιες ἐκαλοῦντο, ὡς Στράβων. οἱ δ´ αὐτοὶ οὗτοι καὶ Σαπαῖοι. ὁ οἰκήτωρ Λήμνιος καὶ Λημνικός κτητικόν.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.174
char LCS 22 (9.1%) · word LCS 5 (10.2%)
Stephanos
Λῆμνος, νῆσος πρὸς τῇ Θρᾴκῃ, δύο πόλεις ἔχουσα, Ἡφαιστίαν καὶ Μύριναν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἀπὸ τῆς μεγάλης λεγομένης θεοῦ, ἣν Λῆμνόν φασι· ταύτῃ δὲ καὶ παρθένους θύεσθαι. ᾠκίσθη δὲ πρῶτον ὑπὸ Θρᾳκῶν, οἳ Σίντιες ἐκαλοῦντο, ὡς Στράβων. οἱ δ´ αὐτοὶ ο…
Herodian
…ι, ὕμνος, σκύμνος, Τύμνος πόλις Καρίας. τριγενῆ δὲ ὀξύνεται, γυμνός, σεμνός, στυμνός ὁ σκληρός, πρυμνός. * Τὰ εἰς 'μνος' δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους φύσει μακρὰν βαρύνεται, Κρῶμνος ὁ Λυκάονος καὶ πόλις Πελοποννήσου, Λῆμνος νῆσος πρὸς τῇ Θρᾴκῃ, Τῆμνος πόλις τῆς Αἰολίδος. Τὰ εἰς 'μνος' ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται, Ἄμυμνος ἔθνος Ἠπειρωτικόν, Λύκαμνος, Ἐπίδαμνος πόλις Ἰλλυρίας ἀπὸ Ἐπιδάμνου, Αἴσυμνος. Ἴαμνος, Λεπέτυμνος…