1 Λᾶ· πόλις Λακωνική. Λυκόφρων (95) „καὶ Λᾶν περήσεις“. ταύτην ἑλόντες οἱ Διόσκουροι Λαπέρσαι ἐκλήθησαν. λέγεται καὶ ἀρσενικῶς. ταύτην διαλύσας Ὅμηρος (Β 585) φησιν „οἵ τε Λάαν εἶχον ἠδ᾽ Οἴτυλον ἀμφενέμοντο“. κεῖται δὲ ἐπὶ πέτρας ὑψηλῆς, διὸ Λᾶ καλεῖται. οἱ οἰκοῦντες Λᾶοι.
Translation pending
2 Λάβαι· {πόλις} ὡς Σάβαι, Χαττηνίας πόλις. Πολύβιος ιγ (13,9,1). τὸ ἐθνικὸν Λαβαῖος ὡς Σαβαῖος. τῆς αὐτῆς χώρας ἀμφότεραι. ἡ γὰρ Χαττηνία τῶν Γερραίων ἐστὶ χώρα.
Translation pending
3 Λάβαρα· πόλις Καρίας. Ἀλέξανδρος β Περὶ Καρίας (FGrHist 273 F 26). τὸ ἐθνικὸν Λαβαρεύς ὡς Παταρεύς.
Translation pending
4 Λάβδαλον· ἄκρον τῶν Ἐπιπολῶν, Συρακουσῶν πλησίον. Θουκυδίδης ϛ (6,97,5).
Translation pending
5 Λαβίνιον· πόλις Ἰταλίας, Αἰνείου κτίσμα. Ἰόβας ἐν ᾱ (FGrHist 275 F 11). ἀπὸ τῆς τοῦ βασιλέως θυγατρὸς Λαβινίας. τὸ ἐθνικὸν Λαβινιάτης. λέγονται καὶ Λαυινιᾶται.
Translation pending
6 Λάβρανδα· κώμη Καρίας. Στράβων ιδ̄ (14,2,23 [C 659,7]). τὸ ἐθνικὸν Λαβρανδηνός καὶ Λαβράνδιος καὶ Λαβρανδεύς.
Translation pending
7 Λαγαρία· φρούριον Σικελίας πλησίον Θουρίων, τοῦ Ἐπειοῦ καὶ Φωκέων κτίσμα, ὡς Στράβων (6,1,14 [C 263,32]). ὁ πολίτης Λαγαριτανός, ὅθεν καὶ Λαγαριτανὸς οἶνος.
Translation pending
8 Λάγινα· πολίχνιον Καρίας. Ἀπολλώνιος Καρικῶν ις̄ (FGrHist 740 F 13a). τὸ ἐθνικὸν Λαγιναῖος καὶ Λαγινίτης καὶ θηλυκῶς Λαγινῖτις. ἔστι καὶ Λαγίνεια Βιθυνίας.
Translation pending
9 Λαγοῦσσα· νῆσος περὶ Κρήτην. Στράβων ῑ (10,5,1 [C 484,30]). τὸ ἐθνικὸν Λαγουσσαῖος ἢ Λαγούσσιος.
Translation pending
10 Λάδεστα ἢ Λάδεστον· μία τῶν Λιβυρνίδων νήσων. Θεόπομπος κᾱ Φιλιππικῶν (FGrHist 115 F 131). τὸ ἐθνικὸν Λαδεστανός, ὡς τῆς Αὐγούστας Αὐγουστανός.
Translation pending
11 Λαδεψοί καὶ Τρανιψοί· ἔθνη Θυνῶν. Θεόπομπος η̄ Ἑλληνικῶν (FGrHist 115 F 16).
Translation pending
12 Λάδη· νῆσος Αἰολίδος. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 241). τὸ ἐθνικὸν Λαδαῖος.
Translation pending
13 Λαδισακίτης κόλπος· ἐν τῇ Περσικῇ θαλάσσῃ. Μαρκιανὸς ἐν Περιπλῳ αὐτῆς (1,18 [GGM 1,528,16]).
Translation pending
14 Λάεια· πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 251). ὁ πολίτης Λαΐτης, ὡς Παυσανίας φησὶ ε̄ (FGrHist 854 F 13).
Translation pending
15 Λαέρτης· Κιλικίας χωρίον. Στράβων ιδ̄ (14,5,3 [C 669,24]). Ἀλέξανδρος (FGrHist 273 F 123) δὲ „καὶ ὄρος καὶ πόλις“ φησί. τὸ ἐθνικὸν Λαερτῖνος. ἄμεινον δὲ Λαέρτιος.
Translation pending
16 Λαζοί· Σκυθῶν ἔθνος. ἔστι καὶ χωρίον Παλαιὰ Λαζική, ὡς Ἀρριανός (Peripl. M. Eux. 18,4).
Translation pending
17 Λαιαῖοι· ἔθνος Παιονικόν. Θουκυδίδης β̄ (2,96,3).
Translation pending
Λαιστρυγόνες· πρῶτοι μετὰ Κυκλώπων ᾤκησαν Σικελίαν. Θουκυδίδης ς (6,2,1). λέγεται καὶ Λαιστρυγονίς καὶ Λαιστρυγόνιος <καὶ> οὐδετέρως καὶ θηλυκῶς.
Translation pending
Λακεδαίμων· πόλις ἐνδοξοτάτη τῶν ἐν Πελοποννήσῳ, ἢ Σπάρτη πρότερον, ἀπὸ Σπαρτοῦ τοῦ Ἀμύκλαντος τοῦ Λέλεγος τοῦ Σπαρτοῦ, ἢ διὰ τὸ τοὺς πρώτους συνοικίσαντας τὴν πόλιν Λέλεγας. διεσπαρμένους γὰρ εἰς ταὐτὸ συνελθεῖν καὶ μίαν οἴκησιν ποιήσασθαι. Λακεδαίμονα δὲ οἱ μὲν ἀπὸ Λακεδαίμονος, ἢ ὅτι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνθεμένων κλήρῳ διανείμασθαι τὴν χώραν καὶ τὸν λαχόντα πρῶτον ταύτην λαβεῖν καὶ Λαχεδαίμονα κληθῆναι. ἔστι καὶ ἑτέρα Λακεδαίμων Κύπρου μεσόγειος. ὁ πολίτης Λακεδαιμόνιος. καὶ κτητικὸν Λακεδαιμονικός. λέγεται καὶ κατὰ συγκοπὴν Λάκων, ὡς Ἀπολλόδωρος (FGrHist 244 F 194) φησίν, ὡς τοῦ Κυδωνιᾶται τὸ Κύδωνες. ἔοικε δὲ πρωτότυπον εἶναι καὶ οὐ συγκοπή. τινὲς δὲ τὸ Λάκων ὑποκοριστικόν φασιν, οὗ τὸ θηλυκὸν Λάκαινα καὶ κτητικὸν Λακωνικός, καὶ Λακωνικὴ τὸ θηλυκόν, ὃ καὶ εἶδος ὑποδήματος. ἔστι καὶ ὄρχησις Λακωνική, ὡς ἐν τῷ περὶ Μαντινείας εἰρήσεται. εἰσὶ καὶ μάστιγες Λακωνικαί. ἔστι καὶ εἶδος κλειδὸς Λακωνικῆς. καὶ οὐδέτερον τὸ Λακωνικὸν σιδήριον· στομωμάτων γὰρ τὸ μὲν Χαλυβδικόν, τὸ δὲ Σινωπικόν, τὸ δὲ Λύδιον, τὸ
Translation pending
34 Λάμψακος· πόλις κατὰ τὴν Προποντίδα, ἀπὸ Λαμψάκης ἐπιχωρίας τινὸς κόρης. ἔστι δὲ Φωκαέων κτίσμα, πάλαι Πιτυοῦσσα λεγομένη, ὡς Δηίοχος ὁ Κυζικηνός (FGrHist 471 F 3). Ἐπαφρόδιτος (fr. 24 Braswell/Billerbeck = fr. 29 Lünzner) δὲ Πιτύειαν ὑφ᾽ Ὁμήρου (Β 829) ταύτην κληθῆναι διὰ τὸ πιτύων ἔχειν πλῆθος, Λαομεδόντειαν καλουμένην. ἔστι καὶ εὔοινος. ὅθεν Θεμιστοκλεῖ παρὰ τοῦ τῶν Περσῶν ἐδόθη βασιλέως εἰς οἶνον. Δημοσθένης (FGrHist 699 F 16 = fr. 11 Powell) δὲ διὰ τὸ εὔοινον καὶ Πριάπου κτίσμα ταύτην φησί, τοῦ υἱοῦ Ἀφροδίτης καὶ Διονύσου. τὸ ἐθνικὸν Λαμψακηνός.
Translation pending
35 Λάμψος· μοῖρα τῆς Κλαζομενίων χώρας, ἀπὸ Λάμψου παιδὸς Κοδρίδου, ὡς Ἔφορος γ (FGrHist 70 F 25). τὸ ἐθνικὸν Λάμψιος, ὡς Θάψιος Σάμιος Κίφιος.
Translation pending
36 Λαοδαμάντεια· νῆσος ἐν Λιβύῃ. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ια (Epit. fr. 13 Stiehle). ἐκαλεῖτο δὲ Λαομεδόντεια, ἴσως ἀπὸ Λαομέδοντος τοῦ Τρωός. τὸ ἐθνικὸν ἀμφοτέρων Λαομεδοντίτης καὶ Λαοδαμαντίτης.
Translation pending
37 Λαοδίκεια· πόλις τῆς Συρίας, ἡ πρότερον Λευκὴ ἀκτὴ λεγομένη καὶ πρὸ τούτου ῾Ράμιθα. κεραυνωθείς γάρ τις ἐν αὐτῇ ποιμὴν ἔλεγε „ῥαμάνθας“, τουτέστιν ἀφ’ ὕψους ὁ θεός· ῥάμαν γὰρ τὸ ὕψος, ἄθας δὲ ὁ θεός. οὕτως Φίλων (FGrHist 790 F 41). λέγεται δὲ ἀπὸ Λαοδίκης τῆς μητρὸς Σελεύκου τοῦ Νικάτορος. ἔστι δὲ εὐοινοτάτη καὶ πάσης εὐκαρπίας ἀνάμεστος. ἔστι καὶ ἑτέρα Λυδίας, Ἀντιόχου κτίσμα τοῦ παιδὸς τῆς Στρατονίκης· τῇ γὰρ γυναικὶ αὐτοῦ ὄνομα Λαοδίκη. Διὸς μήνυμα δι’ Ἑρμοῦ, ὄναρ διὰ χρησμοῦ Ἀπόλλωνος (App. Anth. VI 95) Ἀντιόχῳ βασιλῆι τάδε χρᾷ Φοῖβος Ἀπόλλων, κτιζέμεναι πτολίεθρον ἀγακλεές, ὡς ἐκέλευσε Ζεὺς ὑψιβρεμέτης, πέμψας ἐριούνιον Ἑρμῆν. ἔστι καὶ ἄλλη Λυκαονίας. καὶ Μηδίας ἑτέρα.
Translation pending
38 Λᾶος· πόλις Λευκανίας. Ἀπολλόδωρος ἐν τῷ Περὶ γῆς β̅ (FGrHist 244 F 323 = fr. 16 Marcotte). ἀπὸ Λαοῦ ποταμοῦ. τὸ ἐθνικὸν Λαῖνος ὡς Ῥηγῖνος.
Translation pending
39 Λαούντιον· μητρόπολις τῶν Λατίνων. Διονύσιος ε̅ Ῥωμαϊκῆς ἱστορίας (5,12,3). τὸ ἐθνικὸν Λαουντῖνος.
Translation pending
40 Λαπέρσα· θηλυκῶς, ὄρος Λακωνικῆς, οὗ μέμνηται Ῥιανὸς ἐν Ἠλιακῶν α̅ (FGrHist 265 F 7 = fr. 21 Powell). ἀπὸ τῶν Λαπερσῶν Διοσκούρων. τὸ ἐθνικὸν Λαπερσαῖος.
Translation pending
41 Λάπηθος· πόλις Κύπρου, ὕφορμον ἔχουσα καὶ νεώρια. Ἀλέξανδρος Ἐφέσιος (SH 34) „Βήλου δ’ αὖ Κίτιόν τε καὶ ἱμερόεσσα Λάπηθος“. τὸ ἐθνικὸν Λαπήθιος καὶ Λαπηθεύς.
Translation pending
Λαπίθη· πόλις Θεσσαλίας, ὡς Ἐπαφρόδιτος ἐν τοῖς Ὁμηρικοῖς (fr. 48 Braswell/Billerbeck = fr. 16 Lünzner), ἀπὸ Λαπίθου τοῦ Περίφαντος. οἱ οἰκήτορες Λαπίθαι, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλ' ἀπὸ τοῦ ἔθνους, ὡς Πισίδαι καὶ Ἴωνες καὶ Θετταλοί. Λαπίθαι γὰρ ἔθνος Θεσσαλίας. ἔστι καὶ Λαπίθαιον ὄνομα ὄρους τῆς Λακωνικῆς.
Translation pending
Λάρανδα· πόλις Λυκαονίας. ὁ πολίτης Λαρανδεύς. Χάραξ γ̅ Χρονικῶν (FGrHist 103 F 17). τὸ θηλυκὸν Λαρανδίς.
Translation pending
Λάρινα· πόλις Δαυνίων. τὸ ἐθνικὸν Λαριναῖος, ὡς Τέρινα Τεριναῖος.
Translation pending
Λάρισσα· πόλεις ι̅. Θεσσαλίας, ἡ πρὸς τῷ Πηνειῷ, ἣν Ἀκρίσιος ἔκτισε. β̅ ἡ Κρεμαστή, ὑπό τινων δὲ Πελασγία. γ̅ ἐν τῇ Ὄσσῃ χωρίον. δ̅ τῆς Τρωάδος, ἣν φησιν Ὅμηρος (Β 841) „τῶν οἳ Λάρισσαν ἐριβώλακα“. ε̅ Αἰολίδος περὶ Κύμην τὴν Φρικωνίδα. ϛ̅ Συρίας, ἣν Σύροι Σίζαρα καλοῦσιν. ζ Λυδίας. η Θεσσαλίας πρὸς τῇ Μακεδονίᾳ. θ Κρήτης. ι Ἀττικῆς ἐστὶ Λάρισσα. καὶ ἡ ἀκρόπολις τοῦ Ἄργους Λάρισσα. καὶ ὁ πολίτης Λαρισσαῖος καὶ Λαρισσεὺς Ζεύς. Στράβων (13,3,2 [C 620,27]) δὲ κώμην φησὶν Ἐφέσου, ἐν ᾗ Ἀπόλλων Λαρισσηνός. The page continues with a supplementary block of Greek text (not part of the main epitome) discussing various cities named Larissa and ends with the apparatus criticus.
Translation pending
60 Λίγξ· ποταμὸς Μαυριτανίας καὶ πόλις. τινὲς δὲ Λίξον γράφουσι καὶ Λίξους τοὺς πολίτας.
Translation pending
61 Λίγυρες· ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ιᾱ (Epit. fr. 3 Stiehle). ἀπὸ Λιγύρου ποταμοῦ.
Translation pending
62 Λιγυστίνη· πόλις Λιγύων τῆς δυτικῆς Ἰβηρίας ἐγγὺς καὶ τῆς Ταρτησσοῦ πλησίον. οἱ οἰκοῦντες Λίγυες καλοῦνται.
Translation pending
63 Λίηβρις· πόλις Φοινίκων, ὡς Ἡρωδιανός (2,868,20). τὸ ἐθνικὸν Λιηβρίτης ὡς Συβαρίτης. Ἑκαταῖος Περιηγήσει Αἰγύπτου (FGrHist 1 F 316).
Translation pending
64 Λιθήσιος· ὁ Ἀπόλλων ἐν τῷ Μαλέᾳ λίθῳ προσιδρυμένος ἐκεῖ. Ῥιανὸς Ἠλιακῶν γ (FGrHist 265 F 10 = fr. 23 Powell). ὡς γὰρ ἀπὸ τοῦ Μάραθος Μαραθήσιος, οὕτω καὶ τοῦτο.
Translation pending
Λίλαια· πόλις Φωκίδος. Λυκόφρων (1073) „πάτραν Λίλαιαν κἀνεμωρείας πέδον“. ὁ πολίτης Λιλαιεύς.
Translation pending
Λιλύβαιον· ἡ πρὸς δύσιν ἄκρα τῆς Σικελίας. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 75). ἔστι καὶ πόλις. καὶ τὸ ἐθνικὸν Λιλυβαῖος καὶ Λιλυβαίτης καὶ Λιλυβηίς.
Translation pending
Λιμενῶτις· χερρόνησος Κελτική.
Translation pending
Λιμήν· ὁ ὕφορμος τόπος. καὶ λιμενίτης ὁ ἐν αὐτῷ ἱδρυμένος.
Translation pending
Λίμναι· πόλις ἐν Ἑλλησπόντῳ περὶ Σηστόν. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 164).
Translation pending
Λιμναία· κώμη τοῦ Ἄργους. τὸ ἐθνικὸν Λιμναῖος. Θουκυδίδης (2,80,8) δὲ διὰ τοῦ ν τὴν δευτέραν συλλαβήν.
Translation pending
71 Λίμυρα· πόλις Λυκίας, ἀπὸ Λιμύρου ποταμοῦ. ὁ πολίτης Λιμυρεύς.
Translation pending
72 Λινδόνιον· πόλις τῆς Βρεττανίας. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς (2,44 [GGM 1,561,18]). τὸ ἐθνικὸν Λινδονῖνος.
Translation pending
73 Λίνδος· πόλις ἐν Ῥόδῳ, <ἀπὸ Λίνδου τοῦ> Κερκάφου, τοῦ Ἡλίου καὶ Κυδίππης, τῆς Ὀχίμου θυγατρός. τὸ ἐθνικὸν Λίνδιος.
Translation pending
74 Λίνον· χωρίον τῆς Ἑλλησποντίας. Στράβων ιγ̅ (13,1,15 [C 588,31]) „μεταξὺ δὲ κεῖται τοῦ Παρίου καὶ τοῦ Πριάπου κατὰ Λίνον“. οἱ οἰκοῦντες Λινούσιοι.
Translation pending
75 Λίξα· πόλις Λιβύης, ὡς Ἀλέξανδρος ἐν α̅ Λιβυκῶν (FGrHist 273 F 32), ἀπὸ Λίξου ποταμοῦ. τὸ ἐθνικὸν Λίξιοι Λιξίτης. καὶ Λιξᾶται παρά τισιν.
Translation pending
76 Λίπαξος· πόλις Θρᾴκης. Ἑκαταῖος (FGrHist 1 F 149). τὸ ἐθνικὸν Λιπάξιος.
Translation pending
77 Λιπάρα· νῆσος μεγίστη τῶν ἑπτὰ τῶν Αἰόλου, ἣ Μελιγουνὶς ἐκαλεῖτο, πλησίον Σικελίας, ἀπὸ Λιπάρου τοῦ Αὔσονος υἱοῦ. λέγεται καὶ πληθυντικῶς. τὸ ἐθνικὸν Λιπαραῖος.
Translation pending
78 Λιρνύτεια· πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 261). τὸ ἐθνικὸν Λιρνυτειεύς.
Translation pending
79 Λίσσος· πόλις Ἰλλυρίας, καὶ Ἀκρόλισσος. τὸ ἐθνικὸν Λίσσιος καὶ Λισσεύς.
Translation pending
80 Λιταί· πόλις Λακωνικῆς. Ἀπολλόδωρος ζ̅ (FGrHist 244 F 160). οἱ πολῖται Λιταεῖς.
Translation pending
81 Λίχανδος· πόλις Σικελίας. Φίλιστος Σικελικῶν γ̅ (FGrHist 556 F 17). τὸ ἐθνικὸν Λιχανδῖνος.
Translation pending
82 Λογγώνη· Σικελίας πόλις. ὁ πολίτης Λογγωναῖος. Φίλιστος ι̅ (FGrHist 556 F 38).
Translation pending
Λόκοζος· πόλις Φρυγίας, ἣν ᾤκουν Θρᾷκες Λοκόζιοι. κατεκλύσθη δέ, ὡς Ξάνθος ὁ Λυδός (FGrHist 765 F 26), ὃς καὶ διὰ τοῦ ξ γράφει ἐν τόποις Λοκοξίτας τούτους καλῶν.
Translation pending
Λοκροὶ Ἐπιζεφύριοι· πόλις Ἰταλίας. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 83). οἱ πολῖται Λοκροὶ ὁμωνύμως. τὸ ἐθνικὸν Λόκριος ὡς Κύπριος.
Translation pending
Λοπαδοῦσσα· νῆσος κατὰ Θάψον τῆς Λιβύης, ὡς Ἀρτεμίδωρος ζ̅ Γεωγραφουμένων (fr. 73 Stiehle). τὸ ἐθνικὸν Λοπαδουσσαῖος.
Translation pending
Λούγδουνον· πόλις Κελτογαλατίας. Πτολεμαῖος ἐν Περίπλῳ (2,8,17 [2,8,12]). <τὸ ἐθνικὸν Λουγδουνησιος> καὶ Λουγδουνησία ἐπαρχία.
Translation pending
Λουκαρία· πόλις Ἰταλίας. Πολύβιος γ̅ (3,88,5; 3,100,1 et 3). παρὰ δὲ Διονυσίῳ διὰ τοῦ ε γράφεται. οἱ οἰκοῦντες Λουκερῖνοι.
Translation pending
Λουσιά· τῶν Ὑακίνθου θυγατέρων ἡ Λουσιά ἦν, ἀφ’ ἧς ὁ δῆμος τῆς Οἰνηίδος φυλῆς. <ὁ δημότης> Λουσιεύς.
Translation pending
89 Λουσιτανία· ὅμορος τῇ Βαιτικῇ. Μαρκιανὸς ἐν Περίπλῳ αὐτῆς (2,12 [GGM 1,546,34]). τὸ ἐθνικὸν Λουσιτανοί.
Translation pending
90 Λουσοί· πόλις Ἀρκαδίας, ὅπου Μελάμπους ἔλουσε τὰς Προίτου θυγατέρας καὶ ἔπαυσε τῆς μανίας. ὁ πολίτης Λούσιος καὶ Λουσεύς καὶ Λουσιάτης.
Translation pending
91 Λύγκος· πόλις Ἠπείρου. Στράβων ζ (7,7,8 [C 326,30]). ἐκλήθη ἀπὸ Λυγκέως. τὸ ἐθνικὸν Λυγκῆσται. τὸ θηλυκὸν Λυγκηστίς. λέγεται καὶ Λύγκιος ὡς Λύττιος. λέγεται καὶ Λυγκεύς.
Translation pending
92 Λύγξ· πόλις Λιβύης πρὸς τοῖς Γαδείροις μετὰ τὸν Ἄτλαντα. καὶ νῆσος Ἄτλαντος καὶ πόλις Λύγξ, ὡς Ἀρτεμίδωρος (fr. 76 Stiehle). τὸ ἐθνικὸν Λυξίτης καὶ Λύγγιος.
Translation pending
93 Λυδία· ἡ χώρα. Ξάνθος ἐν Λυδιακῶν α (FGrHist 765 F 1). τὸ ἐθνικὸν Λυδὸς καὶ Λυδαί.
Translation pending
94 Λύζεια· πόλις Ἀκαρνανίας. Ἑκαταῖος Εὐρώπῃ (FGrHist 1 F 111). ἀπὸ Λυζέως τινός. τὸ ἐθνικὸν Λυζεύς καὶ Λυζαῖος.
Translation pending
95 Λύκαια· πόλις Ἀρκαδίας. Θεόπομπος νς (FGrHist 115 F 244). παρὰ δὲ Μενελάῳ (FGrHist 384 F 5) Λύκαιθα μετὰ τοῦ θ. ὁ οἰκήτωρ Λυκαῖος. {καὶ Λύκειον τὸ γυμνάσιον καὶ Λύκειος ὁ Ἀπόλλων.}
Translation pending
96 Λυκαονία· χώρα Λυκίας τε καὶ Ἰσαυρίας. τὸ ἐθνικὸν Λυκαόνιος, καὶ Λυκάων ὁμοφώνως τῷ οἰκιστῇ, καὶ Λυκάν ὡς μεγιστάν.
Translation pending
97 Λύκαστος· πόλις Κρήτης. Ὅμηρος (Β 647) „Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον“. ἀπὸ Λυκάστου αὐτόχθονος. ὁ πολίτης Λυκάστιος.
Translation pending
98 Λυκαψός· κώμη πλησίον Λυδίας. Εὐφορίων Διονύσῳ (fr. 16 Lightfoot = fr. 15 Powell). τὸ ἐθνικὸν Λυκάψιος, ὡς Αἰδήψιος Γαλήψιος.
Translation pending
99 Λύκειον· τὸ γυμνάσιον. καὶ Λύκειος ὁ Ἀπόλλων. λέγεται καὶ Λυκήιον.
Translation pending
100 Λυκία· ἡ χώρα, ἀπὸ Λύκου τοῦ Πανδίονος. ἔστι καὶ Λυκία ἡ πρὸς Κιλικίαν, ἧς ἦρχε Σαρπηδών. οἱ οἰκήτορες Λύκιοι ὡς Φρύγιοι.
Translation pending
101 Λυκόα· πόλις Ἀρκαδίας. Παυσανίας η (8,3,4 et 36,7). τὸ ἐθνικὸν Λυκοάτης, καὶ θηλυκῶς διὰ τοῦ ι.
Translation pending
102 Λυκόζεια· πόλις Θρᾴκης. τὸ ἐθνικὸν Λυκόζειοι, ὡς Πείσανδρος ιδ (fr. 12 Heitsch).
Translation pending
103 Λυκόρμας· ποταμὸς <Αἰτωλίας>, ὃν τινες Εὔηνον φασι. τὸ ἐθνικὸν Λυκορμαῖος.
Translation pending
104 Λυκοσθένη· πόλις Λυδίας. Ξάνθος ᾱ Λυδιακῶν (FGrHist 765 F 2). ἣν καὶ Λυκοσθένειαν Νικόλαος (FGrHist 90 F 85) φησιν. ὁ πολίτης Λυκοσθενεὺς ὡς Βερενικεύς. παρὰ δὲ Λυδοῖς Λυκοσθενείτης ὡς Δικαιαρχείτης.
Translation pending
105 Λυκόσουρα· πόλις Ἀρκαδίας ἐπὶ τῷ Λυκαίῳ ὄρει. ὁ πολίτης Λυκοσουρεύς.
Translation pending
106 Λύκτος· πόλις Κρήτης, ἀπὸ Λύκτου τοῦ Λυκάονος. ἔνιοι Λύττον αὐτήν φασιν διὰ τὸ κεῖσθαι ἐν μετεώρῳ τόπῳ. τὸ γὰρ ἄνω καὶ ὑψηλὸν λύττον φασί. τὸ ἐθνικὸν Λύκτιος, καὶ θηλυκὸν Λυκτηίς.
Translation pending
107 Λύκων πόλεις· β̄, ἡ μὲν ἐν τῷ Λυκοπολίτῃ νομῷ τῆς Αἰγύπτου, ἡ δὲ ἑτέρα τοῦ Σεβεννύτου νομοῦ παραθαλάσσιος. τὸ ἐθνικὸν Λυκοπολῖται.
Translation pending
108 Λυκώνη· πόλις Θρᾴκης. Εὐφορίων Ἱππομέδοντι (fr. 33 Lightfoot = fr. 31 Powell). τὸ ἐθνικὸν Λυκωναῖος, ὡς Σκιώνη Σκιωναῖος. δύναται καὶ Λυκωνεύς ὡς Σινωπεύς.
Translation pending
109 Λυκώρεια· κώμη ἐν Δελφοῖς. Καλλίμαχος γ̄ (Aet. fr. 62 Harder = fr. 62 Pfeiffer). ἀπὸ Λυκωρέως τοῦ βασιλέως. ὁ πολίτης Λυκωρεύς καὶ Λυκώριος καὶ Λυκωρείτης. ἔστι καὶ Λυκώρειος Ζεὺς καὶ Λυκώρειον διὰ διφθόγγου.
Translation pending
110 Λύλη· πόλις Ἀρκαδίας. Ἀλέξανδρος β̅ Περὶ Λυκωρείας (FGrHist 273 F 84). τὸ ἐθνικὸν Λυλαῖος.
Translation pending
111 Λύρκειον· ὄρος Ἄργους. Καλλίμαχος Ἑκάλη (fr. 95 Hollis = fr. 307 Pfeiffer). τὸ τοπικὸν „Λυρκήιον ὕδωρ“, καὶ Λυρκήιος τὸ ἀρσενικόν, καὶ Λύρκειος ὡς Ῥοίτειος.
Translation pending
112 Λυρνατία· χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλέξανδρος ἐν β̅ Περὶ Λυκίας (FGrHist 273 F 59). τὸ ἐθνικὸν Λυρνατιεύς, ὡς Οἰχαλία Οἰχαλιεύς. Ἀρκάδιος (RE II 1,1153 Nr. 5) δὲ διὰ τῆς ει διφθόγγου.
Translation pending
113 Λυρνησσός· πόλις Τρωική, μία τῶν ια τῶν ἐν τῇ Τρῳάδι. τὸ ἐθνικὸν Λυρνήσσιος. Αἰσχύλος δὲ Πέρσαις (324) ὡς ἀπὸ τοῦ Λύρνα ἢ Λύρνη Λυρναῖος.
Translation pending
114 Λυσιμάχεια· πόλις τῆς Θρᾴκης χερρονήσου, ἡ πρότερον Καρδία. ὁ πολίτης Λυσιμαχεύς. ἔστι καὶ πόλις Αἰτωλίας.
Translation pending
115 Λυταί· χωρίον Θεσσαλίας, διὰ τὸ λῦσαι τὰ Τέμπη Ποσειδῶνα καὶ σκεδάσαι τὸ ἀπὸ τοῦ κατακλυσμοῦ ὕδωρ.
Translation pending
116 Λυχνιδός· πόλις Ἰλλυρίας ἀρσενικῶς λεγομένη καὶ λίμνη θηλυκῶς. Ἡρωδιανὸς (2,547,16) Λυχνιτὸν αὐτόν φησι. τὸ ἐθνικὸν Λυχνίδιος καὶ Λυχνιδία λίμνη. καὶ Λυχνίτης. ἔστι δὲ καὶ Ἀρμενίας Λυχνῖτις χώρα.
Translation pending
117 Λωμεντός· πόλις Ἰταλίας, ὀξυτόνως, καὶ ὅσα εἰς -τος τῇ -εν- συλλαβῇ παραλήγει. ἢν καὶ Λωρεντόν φασι μετὰ τοῦ ρ.
Translation pending
118 Λώρυμα· πόλις Καρίας. Ἑκαταῖος Ἀσίᾳ (FGrHist 1 F 247). ἔστι καὶ λιμὴν Ῥόδου, ὃς Λώρυμα λέγεται. τὸ ἐθνικὸν Λωρυμεύς.
Translation pending
119 Λῶς· νῆσος περὶ Θεσταλίαν, ὡς Κῶς. Ἀρτεμίδωρος ἐν Ἐπιτομῇ τῶν ια (Epit. fr. 12 Stiehle). Λῷος ὁ νησιώτης.
Translation pending
120 Λωτοφάγοι· <***> Λωτοφαγῖτις ἡ χώρα καὶ ἡ γυνή.
Translation pending