Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τύμωλος, οὕτως ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν.
Ὅμηρος «τῷ δ´ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί» (Β 749), ταῦτά τινες μετέγραψαν «τῷ δ´ ἄρ´ Ἴωλοι ἕποντο μενεπτόλεμοί τε Περαιβοί», Μάγδωλος πόλις Αἰγύπτου. Ἑκαταῖος περιηγήσει. Τύμωλος ὁ Τμῶλος κατὰ ποιητικὸν μετασχηματισμόν. Ἐτέωλος ὄνομα λιμένος. Ἄρρωλος ὄνομα πόλεως. Καστωλὸς δὲ—ἦν δὲ πόλις ἐν Λυδίᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν—ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν 'τ' ἐστίν, ὡς καὶ τὸ Πακτωλός. τὸ μέντοι Σπάρτωλος β…