Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τύρας, πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ ἔδει παρὰ τὸν Τύραν Τυράτην εἶναι τὸ ἐθνικόν. ἔστι καὶ Τυρίτης ἀπὸ τοῦ Τύρις· ὁ δὲ πολυίστωρ τὸν ποταμὸν καὶ τὴν πόλιν Τύραν, τοὺς δὲ πολίτας Τυρανούς. ἐκαλεῖτο δ´ Ὀφιοῦσσα.
…', μὴ ὄντα ὑποκοριστικὰ ἢ συναληλιμμένα ἢ νόμισμα δηλοῦντα βαρύνεται, Θήρας, Ἀθύρας ἐπίνειον καὶ ποταμὸς περὶ Βυζάντιον· Εὐφορίων «ὕδατα δινήεντος ἀμευσάμενος Ἀθύραο». ἔστι δὲ καὶ Σικελίας ποταμὸς Ἀθύρας, ὡς Νυμφόδωρος. Τύρας πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ, ὡς ὁ πολυίστωρ. λέγεται δὲ καὶ Τύρις. Κιβύρας ἀδελφὸς Μαρσύου. Ἄρας αὐτόχθων τις, ἀφ´ οὗ Ἀραντία Πελοποννήσου πόλις. Τάρας πόλις Ἰταλίας καὶ ποταμὸς ὁμώνυμος παρὰ θάλασσαν· ἀρσενικῶς δὲ κατ´ ἀναλογίαν. οὐδὲν γὰρ εἰς 'ρ…
Τύρας, πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ ἔδει παρὰ τὸν Τύραν Τυράτην εἶναι τὸ ἐθνικόν. ἔστι καὶ Τυρίτης ἀπὸ τοῦ Τύρις· ὁ δὲ πολυίστωρ τὸν ποταμὸν καὶ τὴν πόλιν Τύραν, τοὺς δὲ πολίτας Τυρανούς. ἐκαλεῖτο δ´ Ὀφιοῦσσα.
…ντα καὶ Φοινικοῦντα καὶ Ἐρύκην καὶ Καμικόν Ἁλικύας τε καὶ Θέρμον καὶ Καμάριναν, ὡς καὶ ἐν Ἰταλίᾳ. οἱ δὲ ἀπὸ Ἀκράγαντος τοῦ Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. ἔστι καὶ Θρᾴκης καὶ Εὐβοίας καὶ Κύπρου καὶ Αἰτωλίας. Πολύβιος δὲ τὸν ποταμὸν καὶ τὴν πόλιν ἀπὸ τῆς χώρας ὠνομάσθαι Ἀκράγης διὰ τὸ εὔγεων.