Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τυρόδιζα, πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. τὸ ἐθνικὸν ἔδει Τυροδιζαῖος ὡς Γαζαῖος. νῦν δὲ Τυροδιζηνοί λέγονται, ὡς Κρατερὸς ἐν θʹ περὶ ψηφισμάτων.
…ἐμπόριον Γεδρωσίας τῶν σφόδρα ἐπισήμων. Μίεζα θυγάτηρ Βέρητος τοῦ Μακεδόνος καὶ πόλις Μακεδονίας. Κάττουζα πόλις Θρᾴκης, ἐν ᾗ κατῴκουν οἱ Πυγμαῖοι. Θελάμουζα φρούριον τῆς παρ´ Εὐφράτην Ἀραβίας. Τίριζα πόλις Παφλαγονίας. Τυρόδιζα πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόριζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. ἅμαξα. Ἄμαξα χωρίον Βιθυνίας, ὡς Ἐρατοσθένης. Ἄραξα πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ τῶν Λυκιακῶν. Δάραψα πόλις Βακτρίας, ὡς Στράβων. Βαίσαμψα πόλις ἐν τῷ Ἀραβικῷ κόλπῳ περὶ τὴν Ἐρυθρὰν θάλασσαν, ὅ ἐστιν οἶκος ἡλ…