Τύρος

Stephanos of Byzantium - Ethnika

Τύρος OCR ✓ Trans ✓ Confirmed ✓
island
Entry #233
Greek source: meineke
Meineke: 643.4 | Billerbeck: Τ233
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-26
Word count: 63
Source: vol4_384.jpg
Edit
Τύρος, νῆσος ἐν Φοινίκῃ, ἀπὸ Τύρου τοῦ Φοίνικος. ἔστι καὶ Τύρος τῆς Λακωνικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἣν Ἀρτεμίδωρος Τύλον διὰ τοῦ « λ » καλεῖ. ἔστι καὶ πόλις Ἰνδίας καὶ Λυδίας καὶ Πισιδίας. Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ. τὸ ἐθνικὸν Τύριος καὶ Τυρία θηλυκὸν καὶ τὸ οὐδέτερον Τύριον. καὶ τὸ κτητικὸν Τυριακός ὡς Ῥοδιακός. ἐκλήθη δὲ καὶ Παλαίτυρος καὶ τὸ ἐθνικὸν Παλαιτύριος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.192
char LCS 184 (59.5%) · word LCS 40 (62.5%)
Stephanos
Τύρος, νῆσος ἐν Φοινίκῃ, ἀπὸ Τύρου τοῦ Φοίνικος. ἔστι καὶ Τύρος τῆς Λακωνικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἣν Ἀρτεμίδωρος Τύλον διὰ τοῦ « λ » καλεῖ. ἔστι καὶ πόλις Ἰνδίας καὶ Λυδίας καὶ Πισιδίας. Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ. τὸ ἐθνικὸν Τύριος καὶ Τυρία θηλυκὸν καὶ τὸ οὐδέτερον Τύριον. καὶ τὸ κτητικὸν Τυριακός ὡς Ῥοδιακός. ἐκλήθη δὲ καὶ Παλαίτυρος καὶ τὸ ἐθνικὸν Παλαιτύριος.
Herodian
Τὰ εἰς 'ρος' δισύλλαβα παραληγόμενα τῷ 'υ' βραχεῖ βαρύνονται, Σύρος κοινὸν ὄνομα πολλῶν ἐθνῶν. Τύρος νῆσος ἐν Φοινίκῃ ἀπὸ Τύρου τοῦ Φοίνικος. ἔστι καὶ Τύρος τῆς Λακωνικῆς καὶ νῆσος πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ, ἣν Ἀρτεμίδωρος Τύλον διὰ τοῦ 'λ' καλεῖ, ἔστι καὶ πόλις Ἰνδίας καὶ Λυδίας καὶ Πισιδίας. Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ. Μύρος ποταμὸς παραρρέων Μύραν πόλιν ὁ καὶ Μύρων. εἰ δὲ ἔχοι ἐκτεταμένον, κύρια μὲν ὄντα βαρύνεται, Κῦρος, Σκῦρος, ἡ νῆσος, περὶ ἧς Νικόλαος ἐν πέμπτῳ «Σκῦρον δὲ τὸ μὲν παλαιὸν ᾤκουν Πελασγοί τε καὶ Κᾶρες». Σφῦρος, Σῦρο…