Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…ρηνοῦ. ἔστι καὶ Τυρρηνία πόλις, ἣ λέγεται καὶ Τυρρηνή, καὶ Τυρρηνοί οἱ πολῖται. καὶ Τυρσηνὴ θάλασσα καὶ Τυρσηνίς. καὶ κτητικὸν Τυρσηνικός καὶ Τυρσηνική καὶ Τυρσηνικόν. λέγονται καὶ Τυρρηνοί οἱ Ἀδριᾶται, ἀπὸ Τυρρηνοῦ ... κατὰ Δωρίδα διάλεκτον, ἀφ´ οὗ κατὰ ἀφαίρεσιν καὶ γράμματος προσθέσει τύραννος ἐκλήθη.
…σιδίκης τῆς Λεύκωνος τοῦ Ἀθάμαντος τοῦ Σισύφου τοῦ Αἰόλου ἐρώμενος Ἀγαμέμνονος, Βοιωτός, ὃς ἀνιὼν εἰς τὸν Κηφισσὸν τελευτᾷ. ἀφ´ οὗ Ἀργυννίδα τὴν Ἀφροδίτην ἐτίμησαν. τύραννος· ἐγένετο δὲ οὕτως. ἔστι Τυρρηνός καὶ Τυρρανός κατὰ Δωρίδα διάλεκτον, ἀφ´ οὗ κατὰ ἀφαίρεσιν καὶ γράμματος προσθέσει τύραννος ἐκλήθη. Φάλαννος πόλις Περραιβίας, ὡς Ἔφορος ἐν τῷ θʹ. Ἔραννος πόλις ἡ ὕστερον Κυπάρισσος. Βίεννος πόλις Κρήτης. οἱ μὲν ἀπὸ Βιέννου τοῦ τῶν Κουρήτων ἑνός, οἱ δὲ ἀπὸ τῆς περὶ τὸν Ἄρη γενομένης βίας, ὃν ἐνταῦθα δεδέσθαι φασὶν ὑπ…