Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τυφρηστός, πόλις τῆς Τραχῖνος ὀνομασθεῖσα ἀπὸ τῆς τέφρας Ἡρακλέους ἢ ἀπὸ Τυφρηστοῦ υἱοῦ Σπερχειοῦ. τὸ ἐθνικὸν Τυφρήστιος. καὶ τὸ οὐδέτερον Παρθένιος “Τυφρήστιον αἶπος”. λέγεται καὶ ὄρος ἀρσενικῶς Τυφρηστός.
…δήϊον ἀγλαὸν ἄλσος» (Β 506). —ἱδρυνθὲν ὑπὸ Ὀγχηστοῦ τοῦ Βοιωτοῦ, ὥς φησιν Ἡσίοδος. ἔστι καὶ πόλις, ὡς Παυσανίας ἐνάτῳ ( 26, 6). Ἀπολλώνιος δὲ ὁ Ῥόδιος.... πόλιν φησὶ μεγάλην τὸν Ὀγχηστὸν μεταξὺ Ἁλιαρτίων καὶ Ἀκραιφνίων. Τυφρηστός πόλις τῆς Τραχῖνος ὀνομασθεῖσα ἀπὸ τῆς τέφρας Ἡρακλέους ἢ ἀπὸ Τυφρηστοῦ υἱοῦ Σπερχειοῦ. Τὰ εἰς 'στος' ἐπιθετικὰ ἁπλᾶ ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται,