Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Τύχη, πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. ἔστι δὲ καὶ Τυχαῖον ὄρος μεταξὺ Ἐρετρίας καὶ Βοιωτίας. τὸ ἐθνικὸν τῆς Τύχης Τυχαῖος.
…ος ἀπὸ τῆς ἐκεῖ ὀχείας ἤτοι τῶν θεῶν μίξεως Διὸς καὶ Ἥρας ἢ διὰ τὸ τὰ πρόβατα κυΐσκεσθαι ὀχευόμενα ἐν τῷ τόπῳ. οἱ γὰρ Ἀχαιοὶ τὴν τροφὴν ὀχήν φασι. λέγεται καὶ ἀρσενικῶς ὁ Ὄχης. τὸ δὲ τύχη καὶ μάχη βαρύνεται· ἔστι δὲ καὶ Τύχη πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλις Εὐβοίας. Λυκόφρων δὲ (v. 374) μεταφράσας Τρύχαντα καλεῖ. τὸ δὲ Χωχή κώμη πρὸς τῷ Τίγριδι ποταμῷ ὀξύνεται. Ἀρριανὸς δεκάτῳ »καὶ βασιλεὺς δ´ ἐξελαύνει ἐκ Σελευκείας, οὐ πρόσω τοῦ ποταμοῦ τοῦ…