Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὕδη, πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη δυναστεύουσα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Ὅμηρος διὰ τοῦ « λ » “σκυτοτόμων ὄχ´ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων”. τὸ ἐθνικὸν Ὑδαῖος. Μαιάνδριος δ´, ὃν Νικάνωρ παρατίθησιν ἐν μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρδεις φησίν.
…νει, βαρύνεται, πέδη, κνίδη, σίδη. ἔστι καὶ Σίδη πόλις Παμφυλίας ὡς Ἑκαταῖος Ἀσίᾳ. κέκληται δὲ ἀπὸ Σίδης τῆς θυγατρὸς μὲν Ταύρου, γυναικὸς δὲ Κιμώλου. Νέδη πόλις Ἀρκαδίας ἀπὸ νύμφης Νέδης. Εὐφορίων δὲ Νεδέην αὐτήν φησι. Ὕδη πόλις Λυδίας, ἐν ᾗ ᾤκει Ὀμφάλη δυναστεύουσα Λυδῶν, Ἰαρδάνου θυγάτηρ, ὡς Ἀπολλώνιος Καρικῶν τετάρτῳ. Ὅμηρος δὲ διὰ τοῦ 'λ' (Il. Η 221). »σκυτοτόμων ὄχ´ ἄριστος Ὕλῃ ἐνὶ οἰκία ναίων«. Μαιάνδριος δ´, ὃν Νικάνωρ παρατίθησι ἐν μετονομασίαις, τὴν αὐτὴν Ὕδην καὶ Σάρδεις φησίν. κράδη καὶ Κράδη πόλις Καρίας. Ἑκαταῖος Ἀσίας περιηγήσει. Λ…