Ὑδρέα

Stephanos of Byzantium - Ethnika

Ὑδρέα OCR ✓ Trans ✓ Confirmed ✓
island
Ὑδρέα, νῆσος πρὸς τῇ Τροιζῆνι. Ἑκαταῖος Εὐρώπῃ. τὸ ἐθνικὸν Ὑδρεάτης· οὕτω γὰρ ἐχρημάτιζεν Εὐάγης Ὑδρεάτης κωμῳδίας ποιητής, ὡς Διονύσιος εἰκοστῷ τρίτῳ τῆς μουσικῆς ἱστορίας “ἦν δ´ ὁ Εὐάγης ποιμήν τις ἀγράμματος δηλαδὴ καὶ τῆς ἄλλης παιδείας ἄπειρος, ποιητὴς δ´ ἀγαθὸς κωμῳδιῶν”.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.