Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὑδροῦς, φρούριον .... ἀρσενικῶς. Θεόπομπος τριακοστῷ ἐνάτῳ Φιλιππικῶν. τὸ ἐθνικὸν Ὑδρούντιος ὡς Σελινούντιος. ἔστι καὶ πόλις Ἰταλίας. τὸ ἐθνικὸν Ὑδρουσαῖος καὶ Ὑδρούσιος.
…. Παυσανίας δὲ Φλίαντα αὐτὸν καλεῖ. ἀπ´ αὐτοῦ ἐκλήθη Φλιοῦς πόλις Πελοποννήσου· Φιλητᾶς φησι Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱός Φλιοῦς, ἣν αὐτὸς δείματο λευκολόφος. ὠνόμασται δὲ παρὰ τὸ φλεῖν, ὅ ἐστιν εὐκαρπεῖν. Ὑδροῦς φρούριον... ἀρσενικῶς. Θεόπομπος τριακοστῷ ἐνάτῳ Φιλιππικῶν. Ὑψοῦς παῖς Λυκάονος καὶ πόλις Ἀρκαδίας, ὡς Παυσανίας ὀγδόῳ ( 3, 3). Καοῦς κώμη τῆς ἐν Ἀρκαδίᾳ Τελφουσίας γῆς, Βαιταρροῦς κώμη μεγάλη τῆς τρίτης Παλαιστίνης. Ἱεριχοῦς πόλις μεταξὺ Ἱεροσολύμων καὶ Ἰορδάνου ποταμοῦ. εὕρητ…