Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὑηττός, κώμη Βοιωτίας, ἀπὸ Ὑηττοῦ ἀνδρὸς Ἀργείου. λέγεται καὶ ἀρσενικῶς. ὠνόμασται δ´ οὕτως διὰ τὸ καθύεσθαι σφοδροῖς ὄμβροις. τὸ ἐθνικὸν Ὑήττιος ὡς Ὑμήττιος. τινὲς δὲ τὴν Ἀσπληδόνα Ὑηττὸν ἐκάλεσαν.
…ος' ὑπὲρ δύο συλλαβὰς τῷ 'η' παραληγόμενα κύρια ὀξύνεται, Γαργηττός πόλις καὶ δῆμος Αἰγηΐδος φυλῆς, Ὑμηττός ὄρος τῆς Ἀττικῆς—τὸ 'υ' μακρὸν καὶ βραχύ. Λυκαβηττός. Συπαληττός δῆμος τῆς Κεκροπίδος φυλῆς. Ὑηττός κώμη Βοιωτίας. ὠνόμασται δ´ οὕτως διὰ τὸ καθύεσθαι σφοδροῖς ὄμβροις. τινὲς δὲ τὴν Ἀσπληδόνα Ὑηττόν ἐκάλεσαν. Τὰ εἰς 'τος' ὑπὲρ δύο συλλαβὰς ἀρσενικὰ παραληγόμενα τῷ 'ι' μὴ ὄντα ἐπιθετικὰ βαρύνονται, βάρβιτος, Νήριτος ἢ Νήριτον ὄρος, Λήϊτος, Φώκριτος, Ἄγχιτος, Ἀφρόδιτος. τὰ δὲ θηλυκὰ ὀξύνετ…