Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὕλαμοι, πόλις Λυκίας, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν δευτέρῳ περὶ Λυκίας. εἶτα Διονύσιός φησι Τούβεριν καὶ Τέρμεριν δύο ἀδελφὰς γῆμαι καὶ γεννῆσαι δέκα ἄρρενας ἑκάτερον. Ὑλάμους δὲ τοὺς καρπούς φασι. τὸ ἐθνικὸν Ὑλαμίτης.
…' τριβράχεα προπαροξύνεται, εἰ μὴ προηγεῖται τῷ 'α' τὸ 'τ', πλόκαμος, κέραμος, κάλαμος, θάλαμος, κύαμος, Πρίαμος ἐκ τοῦ πρίαμαι. ἐπράθη γὰρ καὶ ταύτης τῆς ἐπωνυμίας ἔτυχε ὡς ἱστορεῖ Λυκόφρων (v. 338) «ὠνητὸς αἰθαλωτόν». Ὕλαμοι πόλις Λυκίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν δευτέρῳ περὶ Λυκίας. Ὑλάμους δὲ τοὺς καρπούς φασι. τὸ μέντοι ἰταμός ἐπιθετικὸν καὶ ποταμός παρὰ τὸ ποτασμός καθ´ ὑφαίρεσιν τοῦ 'σ' γινόμενον ὀξύνεται ὡς ἔχοντα τὸ 'τ' πρὸ τοῦ 'α'. Τὰ διὰ τοῦ 'αμος', εἰ ἔχοι τὴν πρώτην φύσει μακράν, εἰ μὲν …
Ὕλαμοι, πόλις Λυκίας, ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν δευτέρῳ περὶ Λυκίας. εἶτα Διονύσιός φησι Τούβεριν καὶ Τέρμεριν δύο ἀδελφὰς γῆμαι καὶ γεννῆσαι δέκα ἄρρενας ἑκάτερον. Ὑλάμους δὲ τοὺς καρπούς φασι. τὸ ἐθνικὸν Ὑλαμίτης.
Λιβύη Ἀμμωνία ἐκαλεῖτο, ἄκμων καὶ Ἄκμων ὁ Μάνεω, ἀφ´ οὗ Ἀκμονία πόλις Φρυγίας ὡς Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τρίτῳ περὶ Φρυγίας, καὶ Ἀκμόνιον ἄλσος περὶ Θερμώδοντα, ὡς Φερεκύδης, ἐφ´ οὗ μιγεὶς Ἄρης τῇ Ἁρμονίᾳ τὰς Ἀμαζόνας ἔσχεν, ὡς Ἀπολλώνιος ἐν δευτέρῳ (v. 994). Λάκμων ἄκρα τοῦ Πίνδου ὄρους, ἐξ ἧς ὁ Ἴναχος καὶ Αἴας ῥεῖ ποταμό…