Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὕοψ, πόλις ἐν Ἰβηρίᾳ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ “μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λεσυρὸς ποταμός”. τὸ ἐθνικὸν Ὑόπιος ἀπὸ τῆς γενικῆς.
…ρύοψ ἔθνος περὶ τὴν Οἴτην, μέροψ. ἔστι δὲ καὶ κύριον. Μέροψ γάρ ἐστι παῖς μὲν Τριόπα, πατὴρ δὲ τῆς Κῶ, ἀφ´ οὗ Μέροπες οἱ Κῷοι. Δόλοψ ἥρως καὶ ἔθνος Θεσσαλῶν ἔγγιστα, Ἔλλοψ ὁ Ἴωνος, ἀφ´ οὗ Ἐλλοπία χωρίον Εὐβοίας. Κέκροψ, Ὕοψ πόλις ἐν Ἰβηρίᾳ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ »μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λεσυρὸς ποταμός«. Τρίοψ· Τρίοπα γάρ φησιν Ἑλλάνικος Τρίοπον τὸν πατέρα Ἐρυσίχθονος. ἡ δὲ Μόψοψ εὐθεῖα ἄρρητός ἐστιν. Αἰθίοψ »Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν« (Od. α 23). οὐ γὰρ ἀληθὴς ὁ Ὑψικράτους λόγος ὡς οὐδὲν εἰς 'οψ' παρ´ …
Ὕοψ, πόλις ἐν Ἰβηρίᾳ χερρονήσου. Ἑκαταῖος Εὐρώπῃ “μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λεσυρὸς ποταμός”. τὸ ἐθνικὸν Ὑόπιος ἀπὸ τῆς γενικῆς.
…γοῦν Καππάδοκες ἀμφότεροι, οἵ τε πρὸς τῷ Ταύρῳ οἵ τε πρὸς τῷ Πόντῳ, μέχρι νῦν Λευκόσυροι καλοῦνται». Νίσυρος νῆσος μία τῶν Κυκλάδων «οἳ δ´ ἄρα Νίσυρόν τ´ εἶχον» (Β 676). Τάπυρος ἔθνος οὐ πόρρω Ὑρκανίας. Λέσυρος ποταμός. Ἑκαταῖος Εὐρώπῃ «μετὰ δὲ Ὕοψ πόλις, μετὰ δὲ Λέσυρος ποταμός». τὸ δὲ ἀχυρός ὁ ἀχυρών παρὰ Ἀττικοῖς ὀξύνεται ὡς περιεκτικόν. τὰ δὲ ἔχοντα θηλυκὰ τριγενῆ ὀξύνεται, λιγυρός, καπυρός, ἁλμυρός, ὀϊζυρός, ὀχυρός, ἐχυρός, ἰσχυρός, βδελυρός, ἑκυρός ὁ πενθερός. Τὰ διὰ τοῦ 'ωρος' ὑπερδισύλλαβα κ…