Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὑπάτη, πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα· ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. τὸ ἐθνικὸν Ὑπαταῖος καὶ Ὑπαταία καὶ Ὑπατεύς.
…ι καὶ ποιητικῶς Κρῆται (Od. ξ 99, π 61). Ἀρήτη, ἀρητή δὲ τὸ ἐπίθετον. ἀήτη. Λήτη πόλις Μακεδονίας ἀπὸ τοῦ πλησίον ἱδρυμένου Λητοῦς ἱεροῦ. Διαβήτη νῆσος δυσμικωτέρα Σαρδοῦς καὶ Κύρνου. εἰσὶ καὶ Διαβῆται νῆσοι περὶ Σύμην. Ὑπάτη πόλις Αἰνιάνων. λέγεται δὲ καὶ Ὕπατα. ἔστι καὶ χώρα πλησίον Σαγγάρου ποταμοῦ. Ἰωταπάτη πόλις Συρίας, ἣ καὶ Ἰωτάπατα. Ναπάται πόλις Λιβύης. πρὸς τῇ Αἰθιοπίᾳ. τὸ δὲ Βατή ἐπὶ τοῦ δήμου τῆς Αἰγηΐδος φυλῆς ὀξύνεται, τὸ δὲ βάτη ἡ γῆ παρὰ Μεσσηνίοις βαρύνεται.