Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…. Πρώταρχος δὲ τὰς Ἄλπεις Ῥίπαια ὄρη οὕτω προσηγορεῦσθαι, καὶ τοὺς ὑπὲρ τὰ Ἄλπεια ὄρη κατοικοῦντας πάντας Ὑπερβορέους ὀνομάζεσθαι. Καλλίμαχος δὲ τοὺς αὐτούς φησιν εἶναι τοῖς Ἀριμασποῖς. Δαμάστης δ´ ἐν τῷ περὶ ἐθνῶν, ἄνω Σκυθῶν Ἰσσηδόνας οἰκεῖν, τούτων δ´ ἀνωτέρω Ἀριμασπούς, ἄνω δ´ Ἀριμασπῶν τὰ Ῥίπαια ὄρη, ἐξ ὧν τὸν βορέαν πνεῖν, χιόνα δὲ μήποτε αὐτὰ ἐκλείπειν· ὑπὲρ δὲ τὰ ὄρη ταῦτα Ὑπερβορέους καθήκειν εἰς τὴν ἑτέραν θάλασσαν. καὶ ἄλλοι ἄλλως. Ἑλλάνικος δὲ Ὑπερβόρειοι γράφει διὰ διφθόγγου.
Ἑλλάνικος Ὑπερβόρειοι γράφει διὰ διφθόγγου. Πρώταρχος τὰς Ἄλπεις Ῥίπαια ὄρη οὕτω προσηγορεῖσθαι καὶ τοὺς ὑπὲρ τὰ Ἄλπεια ὄρη κατοικοῦντας πάντας Ὑπερβορέους ὠνομάσθαι. Δαμάστης δ´ ἐν τῷ περὶ ἐθνῶν, ἄνω τῶν Σκυθῶν Ἰσσηδόνας οἰκεῖν, τούτων δ´ ἀνωτέρω Ἀριμασπούς, ἄνω δ´ Ἀριμασπῶν τὰ Ῥίπαια ὄρη, ἐξ ὧν τὸν βορέαν πνεῖν, χιόνα δὲ μήποτε αὐτὰ ἐκλείπειν· ὑπὲρ δὲ τὰ ὄρη ταῦτα Ὑπερβορέους καθήκειν εἰς τὴν ἑτέραν θάλασσαν. Καλλίμαχος δὲ τοὺς αὐτούς φησι εἶναι τοῖς Ἀριμασποῖς. Τὰ εἰς 'ος' λήγοντα καθαρὰ ἁπλᾶ ὑπὲρ δύο συλλαβὰς κατὰ τὴν κοινὴν διάλεκτον τῷ 'η' παραληγόμενα οὐκ ἔστιν εὑρεῖν εἰ μὴ τὸ αἰζηός ὀξυνόμενον. καὶ τοῦτο ἐκ πάθους ἔχει τὸ…