Ὑπερησία

Stephanos of Byzantium - Ethnika

Ὑπερησία OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #39
Greek source: meineke
Meineke: 650.17 | Billerbeck: Υ39
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-26
Word count: 65
Source: vol4_404.jpg
Edit
Ὑπερησία, πόλις τῆς Ἀχαΐας. “οἵ θ´ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν”. Ὅμηρος. κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηίδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. τὸ ἐθνικὸν τῆς Ὑπερησίας Ὑπερησιεύς, καὶ θηλυκὸν Ὑπερησίς παρ´ Ἡσιόδῳ. Θεόπομπος δὲ Ὑπερασιεῖς φησι διὰ τοῦ « α ». ἀπὸ δὲ τῆς Ὑπερείας τῆς κρήνης Ὑπερηιάς θηλυκὴ εὐθεῖα, ἀφ´ ἧς τὴν Ὑπερηιάδος ἢ Ἀρεθούσης.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.294
char LCS 103 (31.5%) · word LCS 20 (31.2%)
Stephanos
Ὑπερησία, πόλις τῆς Ἀχαΐας. “οἵ θ´ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν”. Ὅμηρος. κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηίδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. τὸ ἐθνικὸν τῆς Ὑπερησίας Ὑπερησιεύς, καὶ θηλυκὸν Ὑπερησίς παρ´ Ἡσιόδῳ. Θεόπομπος δὲ Ὑπερασιεῖς φησι διὰ τοῦ « α ». ἀπὸ δὲ τῆς Ὑπερείας τῆς κρήνης Ὑπερηιάς θηλυκὴ εὐθεῖα, ἀφ´ ἧς τὴν Ὑπερηιάδος ἢ Ἀρεθούσης.
Herodian
…Σαλαμίνιος Καρβασίαν φησίν, ὅτι πρὸς τὸν καλούμενον κάρβαν ἄνεμον κεῖσθαι δοκεῖ. Μαγνησία πόλις παρὰ τῷ Μαιάνδρῳ καὶ χώρα ἀπὸ Μάγνητος. Ὑπερασία πόλις Ἀχαΐας. «οἵ θ´ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν». Ὅμηρος (Β 573). κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηΐδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. Ῥυσία πόλις Βοιωτίας. Φαλαισίαι πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ ( 35, 3). Ἀσία πόλις Λυδίας παρὰ τῷ Τμώλῳ, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα, διὸ καὶ Ἀσιὰς ἐκλήθη. καὶ Ἀσία ἡ ἤπειρος· οἱ μὲν ἀπὸ πόλεως Λυδίας, οἱ δὲ ἀπὸ Ἀσί…