Ὕπιος

Stephanos of Byzantium - Ethnika

Ὕπιος OCR ✓ Trans ✓ Confirmed ✓
river
Entry #40
Greek source: meineke
Meineke: 651.1 | Billerbeck: Υ40
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-26
Word count: 51
Source: vol4_404.jpg
Edit
Ὕπιος, ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι καὶ Ὕπια ὄρη αὐτόθι, ὡς Νύμφις ἐν πρώτῳ [περὶ] Ἡρακλείας. καὶ τοὺς κατοικοῦντας ἐν τοῖς ὄρεσι τούτοις Μυσούς φασι. τὸ ἐθνικὸν Ὑπιανός ὡς Κίος Κιανός, Τίος Τιανός, καὶ Ὑπιανή.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.125
char LCS 116 (45.0%) · word LCS 21 (41.2%)
Stephanos
Ὕπιος, ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι καὶ Ὕπια ὄρη αὐτόθι, ὡς Νύμφις ἐν πρώτῳ [περὶ] Ἡρακλείας. καὶ τοὺς κατοικοῦντας ἐν τοῖς ὄρεσι τούτοις Μυσούς φασι. τὸ ἐθνικὸν Ὑπιανός ὡς Κίος Κιανός, Τίος Τιανός, καὶ Ὑπιανή.
Herodian
…μείωται ἄντην ἀντίος, σχεδόν Σχεδίος ὡς κύριον. * Τὰ διὰ τοῦ 'ιος' τριβράχεα ἐπὶ κυρίων παροξύνεται οἷον Σχεδίος, Χρομίος, Κλυτίος, Ὁδίος, Δολίος, Τυχίος. ἀντιπίπτουσι δὲ κατὰ παράδοσιν τὸ Ἅλιος, Ἄνιος, Ξένιος, Κρόνιος, Ὕπιος ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. γίνεται δὲ παρὰ τὴν ὑπό πρόθεσιν ὡς Ἄνιος παρὰ τὴν ἀνά καὶ Ἄμφιος ὁ τοῦ Σελάγου υἱὸς παρὰ τὴν ἀμφί ἐκτάσεως γενομένης τοῦ 'ι' ποιητικῆς. Τὰ εἰς 'ιος' τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται,
Herodian 1.70
char LCS 30 (11.6%) · word LCS 5 (9.8%)
Stephanos
Ὕπιος, ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι καὶ Ὕπια ὄρη αὐτόθι, ὡς Νύμφις ἐν πρώτῳ [περὶ] Ἡρακλείας. καὶ τοὺς κατοικοῦντας ἐν τοῖς ὄρεσι τούτοις Μυσούς φασι. τὸ ἐθνικὸν Ὑπιανός ὡς Κίος Κιανός, Τίος Τιανός, καὶ Ὑπιανή.
Herodian
…πωλῶ παντοπώλης. * Τὰ εἰς 'μης' βαρύνονται, Γιλγάμης ἔθνος Λιβύης· Ἡρόδοτος ἑβδόμῃ (c. 66). Ἰάμης ἔθνος Σκυθικόν. Ἑκαταῖος Ἀσίᾳ. λέγονται καὶ Ἴαμοι, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ Εὐξείνου πόντου μυθολογεῖ. Ἀδρύμης Λιβύης πόλις· λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς ἡ Ἀδρυμητός καὶ οὐδετέρως τὸ Ἀδρυμητόν. κέκληται δὲ ἀπό τινος Ἀδρύμητος τῆς γενικῆς παραχθείσης εἰς εὐθεῖαν. ἄμεινον δὲ τὸ Ἀδρύμης· αἱ γὰρ ἀπὸ γενικῆς εὐθεῖαι δίχα ποιητικῆς φράσεως σπανιώταται. Ἔτι τὰ εἰς 'ανης' κύρια,…
Herodian 1.113
char LCS 29 (11.2%) · word LCS 5 (9.8%)
Stephanos
Ὕπιος, ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι καὶ Ὕπια ὄρη αὐτόθι, ὡς Νύμφις ἐν πρώτῳ [περὶ] Ἡρακλείας. καὶ τοὺς κατοικοῦντας ἐν τοῖς ὄρεσι τούτοις Μυσούς φασι. τὸ ἐθνικὸν Ὑπιανός ὡς Κίος Κιανός, Τίος Τιανός, καὶ Ὑπιανή.
Herodian
…μέλεος σύνθετόν ἐστι. τὸ δὲ τέλεος καὶ κήλεος κατὰ πάθος ἀπὸ τέλειος καὶ κήλειος κτητικά. * Τὰ εἰς 'νεος' ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ἐνεός, Φενεός ἥρως καὶ πόλις Ἀρκαδίας· «οἳ Φενεόν τ´ ἐνέμοντο καὶ Ὀρχομενόν »(Β 605). λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. κενεός, ἀφνεός, Ἐλινεός ὄνομα ἔθνους. Ἐρινεός πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός. ἔστι καὶ Θετταλίας ἄλλη καὶ Ἀχαΐας. τὸ δὲ λαΐνεος καὶ ἐλαΐνεος κατὰ πλεονασμὸν τοῦ 'ε' ἐκ τοῦ λάϊνος καὶ ἐλάϊνος. τὸ …
Herodian 1.360
char LCS 28 (10.9%) · word LCS 6 (11.8%)
Stephanos
Ὕπιος, ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. ἔστι καὶ Ὕπια ὄρη αὐτόθι, ὡς Νύμφις ἐν πρώτῳ [περὶ] Ἡρακλείας. καὶ τοὺς κατοικοῦντας ἐν τοῖς ὄρεσι τούτοις Μυσούς φασι. τὸ ἐθνικὸν Ὑπιανός ὡς Κίος Κιανός, Τίος Τιανός, καὶ Ὑπιανή.
Herodian
…Τέμβριον πόλις Φρυγίας. Χάραξ δὲ Τύμβριον αὐτήν φησι. Ἀλέξανδρος δὲ Τεμβρίειόν φησιν ὡς Γορδίειον. Τίνδιον πόλις Λιβύης. Τράλλιον πόλις Βιθυνίας, ἣ καθήκει πρὸς τὸν Ἀστακηνὸν κόλπον. Ὕπια ὄρη ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Νύμφις ἐν πρώτῳ περὶ Ἡρακλείας. Φάκιον πόλισμα Θεσσαλίας. Θουκυδίδης δʹ (c. 78). Φοίτιον πόλις Ἀκαρνανίας. λέγεται καὶ Φοιτίαι. Φρίκιον ὄρος ὑπὲρ Θερμοπυλῶν Λοκρικόν, ἀφ´ οὗ Φρικᾶνες καὶ Φρικανεῖς οἱ αὐτόθι οἰκήσαντες Αἰολεῖς, ὡς Ἑλλάνικος ἐν ἱερειῶν…