Ὑρία

Stephanos of Byzantium - Ethnika

Ὑρία OCR ✓ Trans ✓ Confirmed ✓
place
Ὑρία, χώρα πλησίον Αὐλίδος. ἦν δὲ καὶ πρότερον πολίδιον. Ἡσίοδος δ´ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δ´ ἐν Ὑσιαῖς. ἔστι δ´ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δ´ Ὑσιαί τῆς Παρασωπίας ὑπ´ αὐτὸν τὸν Κιθαιρῶνα κείμεναι. ὁ κτίσας Ὑριεύς. ὁ πολίτης Ὑριάτης. ἔστιν Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνος, ὃν Καλυδνόν τινες καλοῦσιν. ἔστιν Ὑρία πρὸς τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίσμα. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Ὑριεύς.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
Glossχώρα ἡ
gloss:54f628c16aa263ce
region; territory (when belonging to a specific people, tribe, or nation); surrounding territory (when juxtaposed against a πόλις); land (remote or poetical places)
Domain: POLITCAL/CULTURAL
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.300
char LCS 125 (36.4%) · word LCS 24 (33.3%)
Stephanos
…ερον πολίδιον. Ἡσίοδος δ´ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δ´ ἐν Ὑσιαῖς. ἔστι δ´ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δ´ Ὑσιαί τῆς Παρασωπίας ὑπ´ αὐτὸν τὸν Κιθαιρῶνα κείμεναι. ὁ κτίσας Ὑριεύς. ὁ πολίτης Ὑριάτης. ἔστιν Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνος, ὃν Καλυδνόν τινες καλοῦσιν. ἔστιν Ὑρία πρὸς τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίσμα. Ἡρόδοτος ἑβδόμῃ. τὸ ἐθνικὸν Ὑριεύς.
Herodian
…ντομέδοιο Ποσειδάωνος ἄνακτος. Ὑρία χωρίον πλησίον Αὐλίδος. Ἡσίοδος δ´ ἐν Ὑρίᾳ τὴν Ἀντιόπην φησὶ γενέσθαι, Εὐριπίδης δ´ ἐν Ὑσιαῖς. ἔστι δὲ ἡ μὲν Ὑρία πρὸς τὸν Εὔριπον, αἱ δὲ Ὑσιαί τῆς Παρασωπίας ὑπ´ αὐτὸν τὸν Κιθαιρῶνα. ἔστιν Ὑρία καὶ ἡ κατὰ Ἰσαυρίαν Σελεύκεια, ᾗ παραρρεῖ ὁ Καλύκαδνος, ὃν Κάλυδνόν τινες καλοῦσιν. ἔστιν Ὑρία πρὸς τῇ Ἰαπυγίᾳ, Κρητῶν κτίσμα. Ἡρόδοτος ἑβδόμῃ (c. 170). Φιλωτερία πόλις κοίλης Συρίας, ἣ καὶ Φιλωτέρα. Τὸ μέντοι Στειριά δῆμος Ἀττικὸς τῆς Πανδιονίδος φυλῆς, λέγεται δὲ καὶ οὐδετέρως. Τὰ εἰς 'α' μακρὸν παραληγόμενα τῇ 'λι', ἧς προηγεῖται 'α', βαρύνεται πρᾶγμα σημαῖ…