Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὑρκανοί, ἔθνος προσεχὲς τῇ Κασπίᾳ θαλάσσῃ. λέγεται καὶ Ὑρκάνιος καὶ Ὑρκανία καὶ Ὑρκανίς, ἐξ οὗ τὸ “εἰς Ὑρκανίδα λίμνην”, ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ.
…ρμανίς, Ἀτιντανίς, Αἰνιανίς, Ἀκαρνανίς, Ἀλβανίς λίμνη, Δυμανίς «στέλλεο νῦν ἔτι τῆλε Δυμανίδος ἠπείροιο». Βρεττανίδες νῆσοι ἐν τῷ Ὠκεανῷ· καὶ ἄλλοι οὕτως διὰ τοῦ 'π' Πρετανίδες νῆσοι, ὡς Πτολεμαῖος. Ἰστριανίς. Καμπανίς. Ὑρκανίς, ἐξ οὗ τὸ «εἰς Ὑρκανίδα λίμνην» ὡς Ἀλέξανδρος ἐν Ἀσίᾳ. τὸ δὲ νεᾶνις προπερισπᾶται καὶ τὸ Ἄδανις καὶ Θήβανις θηλυκὸν τὸν τόνον Αἰολίδος ἔσχεν. ἐπίσταμαι δὲ ὅτι καὶ ἀρσενικόν ἐστιν. οὕτως δὲ ἄνεμος καλεῖται ἀπὸ Θήβης πόλεως πνέων τῆς Ἠετίωνος τοῦ πατρὸς Ἀνδρομάχης. ὁμοίως κα…