Ὑσία, πόλις Βοιωτίας, καὶ ἑνικῶς καὶ πληθυντικῶς, περὶ ἧς Θουκυδίδης τρίτῃ. ἄποικος Ὑριέων, κτίσμα Νυκτέως τοῦ Ἀντιόπης πατρός. ἔστι καὶ ἄλλη, Παρθυαίων βασίλειον. Ἀρτεμίδωρος ἐνάτῳ γεωγραφουμένων. τὸ ἐθνικὸν Ὑσιεύς. ἔστι καὶ Ἀργείας κώμη Ὑσία, ὡς Θουκυδίδης. Χάραξ δ´ αὐτὴν πόλιν λέγει ἐν ἐνάτῳ Ἑλληνικῶν. οἱ ἐξ αὐτῆς Ὑσιᾶται λέγονται, καὶ θηλυκῶς Ὑσιᾶτις. ἔστι καὶ Ἀρκαδίας πόλις, ὡς Φερεκύδης πρώτῳ. ἔστι καὶ Ῥυσία πόλις Βοιωτίας.
Translation pending