Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὑώπη, πόλις Ματιηνῶν, προσεχὴς τοῖς Γορδίοις. Ἑκαταῖος Ἀσίᾳ “ἐν δὲ πόλις Ὑώπη· οἱ δ´ ἄνθρωποι ἐσθῆτα φορέουσιν οἵην περ Παφλαγόνες”. τὸ ἐθνικὸν Ὑωπηνός τῷ ἐπιχωρίῳ τύπῳ. εἰ δὲ καθ´ ἡμᾶς, Ὑωπεύς ὡς Σινωπεύς, καὶ Ὑωπίτης ὡς Σινωπίτης.
… Κασώπη πόλις ἐν Μολοσσοῖς δι´ ἑνὸς 'σ'. Κωνώπη πόλις Ἀκαρνανίας. Πολύβιος πέμπτῳ. Νησώπη πόλις Λέσβου ἡ τὸν Σίγριον λιμένα ποιοῦσα. Ἐπώπη ἡ Ἀκροκόρινθος διὰ τὸ Σίσυφον ἐντεῦθεν ἐπιδεῖν τὴν τῆς Αἰγίνης ὑπὸ Διὸς ἁρπαγήν. Ὑώπη πόλις Ματιηνῶν προσεχὴς τοῖς Γορδίοις. Ἑκαταῖος Ἀσίᾳ »ἐν δὲ πόλις Ὑώπη, οἱ δ´ ἄνθρωποι ἐσθῆτα φορέουσιν οἵηνπερ Παφλαγόνες«. Ὀλύμπη πόλις Ἰλλυρίας ὡς Δομίτιος Καλλίστρατος ἑβδόμῳ περὶ Ἡρακλείας. Ζαριάσπη καὶ Ζαρίασπα πόλις Βακτριανή.