Ἄβαρνος

Stephanos of Byzantium - Ethnika

Ἄβαρνος OCR ✓ Trans ✓ Confirmed ✓
city
Ἄβαρνος, πόλις καὶ χώρα [καὶ] ἄκρα τῆς Παριανῆς. Ἡρωδιανὸς δὲ ἐν τετάρτῃ φησὶν ὅτι Ἀβαρνίς λέγεται· ἀλλὰ καὶ εἰς « ος ». Ἀβαρνεῖς τοὺς κατοικοῦντας, ὡς παρὰ τὸ Ἄψυρτος Ἀψυρτεῖς, Κάμιρος Καμιρεῖς, Ἀλός Ἀλεῖς, Τελμισσός Τελμισσεῖς, περὶ ὧν εἰρήσεται. τὸ δὲ Ἀβαρνίς οὐ δύναται ἔχειν τὸ τοιοῦτον ἐθνικόν· τὰ γὰρ εἰς « ις » φιληδεῖ τῷ εἰς « ιτης » τύπῳ, ὡς Μέμφις Μεμφίτης. τὸ δὲ Μακριεύς καὶ Χαλκιεύς καὶ Χαλκιδεύς ἀπὸ γενικῆς προῆλθον. Ἑκαταῖος δ´ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκρην εἶναί φησιν. Ἔφορος δ´ ἐν τῇ πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαίδι Ἀβαρνίδος ὑπὸ Φωκαέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιος “Περκώτην δ´ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠιόνα”. τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέσαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίς καλεῖται. [ἔστι δὲ καὶ πόλις καὶ χώρα καὶ ἄκρα.] εὕρηται δὲ καὶ διὰ τοῦ « π » Ἀπαρνίς, ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. τὸ ἐθνικὸν Ἀβαρναῖος καὶ θηλυκὸν Ἀβαρναίη.

Translation pending

Translation Guidance

KindRuleGuidanceDetection
Glossχώρα ἡ
gloss:54f628c16aa263ce
region; territory (when belonging to a specific people, tribe, or nation); surrounding territory (when juxtaposed against a πόλις); land (remote or poetical places)
Domain: POLITCAL/CULTURAL
Rule status: In progress
Matched · high confidence · 1 scan row · 1 occurrence

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.96
char LCS 227 (28.3%) · word LCS 37 (23.6%)
Stephanos
…ης. τὸ δὲ Μακριεύς καὶ Χαλκιεύς καὶ Χαλκιδεύς ἀπὸ γενικῆς προῆλθον. Ἑκαταῖος δ´ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκρην εἶναί φησιν. Ἔφορος δ´ ἐν τῇ πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαίδι Ἀβαρνίδος ὑπὸ Φωκαέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιος “Περκώτην δ´ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠιόνα”. τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέσαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίς καλεῖται. [ἔστι δὲ καὶ πόλις καὶ χώρα καὶ ἄκρα.] εὕρηται δὲ καὶ διὰ τοῦ « π » Ἀπαρνίς, ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. τὸ ἐθνικὸν Ἀβαρναῖος καὶ θηλυκὸν Ἀβαρναίη.
Herodian
…νῳ παραληγόμενα ὀξύνεται, Ἀβαρνίς πόλις καὶ χώρα καὶ ἄκρα τῆς Παριανῆς. Ἑκαταῖος δ´ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει Λαμψάκου ἄκραν εἶναί φησιν. Ἔφορος δ´ ἐν πέμπτῃ λέγει κληθῆναι αὐτὴν ἀπὸ τῆς ἐν Φωκαΐδι Ἀβαρνίδος ὑπὸ Φωκέων τὴν Λάμψακον κτιζόντων. Ἀπολλώνιος »Περκώτην δ´ ἐπὶ τῇ καὶ Ἀβαρνίδος ἠμαθόεσσαν ἠϊόνα (Argon. I 932). τοῦτο δὲ Σοφοκλῆς ὑπομνηματίζων ἱστορεῖ τὴν Ἀφροδίτην ἄμορφον ἐν Λαμψάκῳ τεκοῦσαν τὸν Πρίαπον ἀπαρνήσασθαι καὶ τὴν χώραν Ἀπαρνίδα καλέσαι, ἣ κατὰ παραφθορὰν καὶ Ἀβαρνίς καλεῖται. εὕρηται δὲ καὶ διὰ τοῦ 'π', ὡς παρὰ Ἀρτεμιδώρῳ τῷ γεωγράφῳ. λέγεται δὲ καὶ Ἄβαρνος.