Ἄβδηρα, πόλεις δύο. ἡ μὲν Θρᾴκης, ἀπὸ Ἀβδήρου τοῦ υἱοῦ Ἑρμοῦ Ἡρακλέους ἐρωμένου, ὃν αἱ Διομήδους ἵπποι διεσπάσαντο, ὡς Ἑλλάνικος καὶ ἄλλοι φασίν. ἐκ ταύτης δὲ καὶ Δημόκριτός ἐστιν ὁ φιλόσοφος. ἡ δὲ δευτέρα πόλις τῆς Ἰβηρίας πρὸς τοῖς Γαδείροις, ὡς Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. ὁ πολίτης Ἀβδηρίτης. καὶ γὰρ τοῦ Δίολκος τὸ Διολκίτης καὶ τοῦ Ὀξύρυγχος Ὀξυρυγχίτης. Ἔφορος καὶ τὴν πόλιν Ἄβδηρον φησίν. [ἀφ´ οὗ τὰ Ἄβδηρα.] καὶ ἀπὸ τῶν εἰς « α » οὐδετέρων εὑρίσκεται, ὡς Γάβαλα Γαβαλίτης. τοῦ Ἀβδηρίτης μέμνηται Εὔδοξος ἐν τετάρτῃ περιόδων καὶ Παυσανίας ἕκτῃ περιηγήσεως καὶ Ἡρόδοτος ἑβδόμῃ καὶ πολλαχοῦ Ἑκαταῖός τε καὶ πολλοί. πλεῖστοι δ´ Ἀβδηρῖται ὑπὸ τῶν πινακογράφων ἀναγράφονται. Νικαίνετος ἐποποιὸς καὶ Πρωταγόρας, ὃν Εὔδοξος ἱστορεῖ τὸν ἥσσω καὶ κρείσσω λόγον πεποιηκέναι καὶ τοὺς μαθητὰς δεδιδαχέναι τὸν αὐτὸν ψέγειν καὶ ἐπαινεῖν. οὗτος οὖν ὁ Πρωταγόρας καὶ Δημόκριτος Ἀβδηρῖται.
Translation pending