Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἄβροι, ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίνων, προσεχὲς τοῖς Χελιδονίοις, ὡς Ἑκαταῖος. βαρύνεται δὲ ὡς Κίμβροι, οὕς τινές φασι Κιμμερίους, Σκόμβροι, καὶ οὗτοι ἔθνος, ὡς Σοφοκλῆς.
…ς πλοίου. Τὰ εἰς 'ρος' δισύλλαβα μετ´ ἐπιπλοκῆς συμφώνου ἀρχόμενα ἀπὸ τῆς 'νε' ὀξύνεται, νεκρός, νεβρός, νεφρός. * Τὰ εἰς 'ρος' δισύλλαβα μετ´ ἐπιπλοκῆς τοῦ 'β' ἁπλᾶ μονογενῆ βαρύνεται, Ἄβρος ἔθνος πρὸς τῷ Ἀδρίᾳ Ταυλαντίων προσεχὲς τοῖς Χελιδονίοις ὡς Ἑκαταῖος. Ἕβρος ποταμὸς Θρᾴκης. Κίμβρος, οὕς τινές φασι Κιμμερίους, Σκύβρος χωρίον Μακεδονικὸν ὡς Θεόπομπος. Σκόμβρος ἔθνος ὡς Σοφοκλῆς. Θίβρος πόλις Καρίας. Λυκόφρων (v. 1390) «οἳ Θίβρον οἰκήσουσι Σάτνιόν τ´ ὄρος». Θύμβρος φίλο…