Ἀβρότονον, Λύκος ὁ Ῥηγῖνος χωρίον οἴεται εἶναι, Στράβων δὲ ἐν ἑπτακαιδεκάτῳ βιβλίῳ πόλιν φησί, καὶ ἄλλοι. πόλις δὲ Λιβυφοινίκων. καλεῖται δὲ καὶ Νεάπολις, ὡς Ἔφορος. τὸ ἐθνικὸν οὐκ ἔστιν ἐν χρήσει, ἡ τέχνη δ´ ἐπινοεῖ ἐξ ὁμοιότητος. ὡς γὰρ Ἅθμονον Ἁθμονεύς καὶ Γάργαρον Γαργαρεύς καὶ Σούνιον Σουνιεύς καὶ Σιγειεύς καὶ Ἰλιεύς καὶ Λευκωνιεύς καὶ Παντικαπαιεύς καὶ Δουλιχιεύς, οὕτως Ἀβροτονεύς. ὁ δὲ τῶν οὐδετέρων τύπος ἔσθ´ ὅτε τὸ ἐθνικὸν διὰ τοῦ « ηνος » ἔχει, ὡς Πέργαμον Περγαμηνός, εἰ μὴ ἀπὸ θηλυκοῦ τοῦ Πέργαμος, ὡς Κύζικος Κυζικηνός. δυνατὸν δὲ καὶ ἐξ Ἀβροτόνου φάναι τὸ ἐθνικόν. πολλὰ γὰρ τοιαῦτα, μάλιστα ἐν τοῖς δήμοις τῶν Ἀθηναίων, ὡς ἐξ Οἴου δημότης καὶ ἐκ Κηδῶν, ὡς δειχθήσεται.
Translation pending