Ἄβυδοι, τρεῖς πόλεις. ἡ καθ´ Ἑλλήσποντον τῶν Μιλησίων ἄποικος, ὡς Διονύσιος Σηστὸς ὅπῃ καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο. καὶ ἡ κατ´ Αἴγυπτον τῶν αὐτῶν ἄποικος, ἀπὸ Ἀβύδου τινὸς κληθεῖσα, καὶ ἡ κατὰ τὴν Ἰαπυγίαν ἢ Ἰταλίαν, ἣ οὐδετέρως λέγεται, ὡς Φιλέας “ἔστι δὲ καὶ Ἰαπυγίας πολισμάτιον ἐν Πευκετίοις οὕτως κατ´ ὀρθὴν λεγόμενον Ἄβυδον”. καὶ ἡ “μηδ´ εἰκῆ τὴν Ἄβυδον πατεῖν” παροιμία, τουτέστι μὴ καταθαρρεῖν αὐτῆς ἐπιβαίνειν. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν εἰκαίων. οἱ δὲ τὴν ἐν Μιλήτῳ Ἄβυδον οἰκοῦντες διεβάλλοντο ἐπὶ συκοφαντίᾳ καὶ μαλακίᾳ. τὸ ἐθνικὸν Ἀβυδηνός. λέγεται καὶ τὸ Ἀβυδηνὸν ἐπιφόρημα ἐπὶ τῶν ἀηδῶν. σημειωτέον δὲ ὅτι τοῦ μὲν Ἄραδος Ἀράδιος καὶ Τένεδος Τενέδιος καὶ Τενεδεύς καὶ Λέβεδος Λεβέδιος, τοῦ δ´ Ἄβυδος Ἀβυδηνός. ἴσως διὰ τὸ πλησιόχωρον, Κυζικηνός καὶ τὰ ὅμοια.
Translation pending