Stephanos of Byzantium - Ethnika
Agathe: a city of the Ligyes or Keltoi. Skymnos, in his Europe, says that it belongs to the Phokaians. Timosthenes, in his Stadiasmos, calls it ‘Ἀγαθὴν τύχην’. If it were so called, ‘Ἀγαθή’ would also be oxytone as an adjective, as with ‘Ἡραῖον τεῖχος’ and ‘Ἥραιον’, and ‘Ἑρμαῖος λόφος’ and ‘Ἕρμαιος’. There is also another city, as per Philon, of the Ligystians, on Lake Ligystia. It is perhaps the same as the first, as per Eudoxos. It is barytone. The ethnonym is ‘Agathinos’, as in ‘Akragantinos’, for Habron, in his On Paronyms, included it too among forms of this kind. Even if ‘Agathinos’ is also a personal name, it is not unlikely that it signifies both. For ‘Schoineus’ is a personal name, a river-name, and an ethnonym, as is ‘Lixos’; likewise ‘Thessalos’, ‘Sikanos’, ‘Sikelos’, and countless others. But if ‘Agathinos’ was not used as the ethnonym, we shall call the inhabitant ‘Agathaios’ by the general rule, or ‘Agatheus’, as in ‘Thessalonikeus’, ‘Sintareus’, and ‘Berenikeus’, since ‘Agatheia’ is also found as a derivative from ‘Agathe’, just as ‘Berenikeia’ and ‘Thessalonikeia’ are. There is also an island, Agathe, in Lykia. The ethnonym ought to be ‘Agatheus’, for the region favours the form in ‘-eus’, as in ‘Patareus’, ‘Tloeus’, ‘Telmiseus’, and ‘Kryeus’.
AI translation — gpt-5.6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἀγάθη, πόλις Λιγύων ἢ Κελτῶν. Σκύμνος δὲ Φωκαέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθένης δὲ ἐν τῷ σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησιν. εἰ δ´ οὕτως λέγοιτο, καὶ ὀξύνοιτ´ ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον, καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων, ἐπὶ λίμνης Λιγυστίας. τάχα δ´ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ ἐθνικὸν Ἀγαθῖνος ὡς Ἀκραγαντῖνος. Ἅβρων γὰρ ἐν τῷ περὶ παρωνύμων τοῖς τοιούτοις καὶ αὐτὸ συνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπεικὸς σημαίνειν ἀμφότερα. Σχοινεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικόν, καὶ …
ἢ Κελτῶν. Σκύμνος δὲ Φωκαέων αὐτήν φησιν ἐν τῇ Εὐρώπῃ. Τιμοσθένης δὲ ἐν τῷ σταδιασμῷ Ἀγαθὴν τύχην αὐτήν φησι. εἰ δὲ οὕτως λέγοιτο, καὶ ὀξύνοιτ´ ἂν ὡς ἐπιθετικόν, ὡς τὸ Ἡραῖον τεῖχος καὶ Ἥραιον καὶ Ἑρμαῖος λόφος καὶ Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων ἐπὶ λίμνης Λιγυστίας. τάχα δ´ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ δὲ ἀγαθός ἀγαθή τριγενὲς ὡς καὶ τὸ κακηθός κακηθή. Τὰ εἰς 'κη' δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ἀσυνάλειπτα βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, μὴ ποιότητα φωνῆς ἀλόγου ζώου σημαίνοντα, Γλαύκη τὸ κύριον, γλαυ…
…Ἕρμαιος. ἔστι δὲ καὶ ἄλλη πόλις, ὡς Φίλων, Λιγυστίων, ἐπὶ λίμνης Λιγυστίας. τάχα δ´ ἡ αὐτή ἐστι τῇ πρώτῃ, ὡς Εὔδοξος. βαρύνεται δέ. τὸ ἐθνικὸν Ἀγαθῖνος ὡς Ἀκραγαντῖνος. Ἅβρων γὰρ ἐν τῷ περὶ παρωνύμων τοῖς τοιούτοις καὶ αὐτὸ συνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπεικὸς σημαίνειν ἀμφότερα. Σχοινεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικόν, καὶ Λίξος, ὁμοίως Θεσσαλός καὶ Σικανός καὶ Σικελός καὶ μυρία. εἰ δὲ μὴ ὡς ἐθνικὸν τὸ Ἀγαθῖνος ἐκλήθη, τὸν οἰκήτορα λέξομεν Ἀγαθαῖον τῷ κοινῷ λόγῳ, ἢ Ἀγαθεύς, ὡς Θεσσαλονικεύς καὶ Σινταρεύς καὶ Βερενικεύς, ἐπεὶ καὶ Ἀγάθεια τῆς Ἀγάθης εὑρίσκεται παραγωγή, ὡς Βερενίκεια καὶ Θεσσαλον…
…ὐτὰρ Δωνεττῖνοι ἰδ´ ὀτρηροὶ Κεραῗνες» καὶ ἐν τῇ ζʹ «ἑπτὰ δὲ Δωνεττῖνοι, ἀτὰρ δυοκαίδεκα Κᾶρες». Λιβυστῖνος ἔθνος παρακείμενον Κόλχοις, ὡς Διόφαντος ἐν πολιτικοῖς. Ἀγαθῖνος. Ἅβρων ἐν τῷ περὶ παρωνύμων τοῖς ἐθνικοῖς καὶ τοῦτο συνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνος, οὐκ ἀπεικὸς σημαίνειν ἀμφότερα. Σχοινεύς γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικὸν καὶ Λίξος, ὁμοίως Θεσσαλός καὶ Σικανός καὶ Σικελός καὶ μυρία. Ἀμοργῖνος τὸ ἐθνικόν, τὸ δ´ ἀμόργινος χιτὼν χρώματος ἴδιον ἀγρωστῖνος, ἀγχιστῖνος, προμνηστῖνος ἐπιθετικά. παλλακῖνος ὑποκοριστικόν. τὸ δὲ λαρινός «λαρινῷ βοΐ» (Aristoph. Pac. 925) ὀξύνεται ὡς ἀληθινός. Τὰ εἰς 'εινος' …