Ἀγάθυρσοι

Stephanos of Byzantium - Ethnika

Ἀγάθυρσοι OCR ✓ Trans ✓ Confirmed ✓
people
Entry #24
Greek source: meineke
Meineke: 12.1 | Billerbeck: Α24
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-27
Word count: 84
Source: vol1_106.jpg
Edit
Ἀγάθυρσοι, ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ [ἀπ´] Ἀγαθύρσου τοῦ Ἡρακλέους, ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. ὁ τόνος βαρύς. τὰ εἰς « σος » ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπὴν τοῦ Καβασσός. πόλις δὲ αὕτη τοῦ Ὀθρυονέως, περὶ ἧς βιβλίον ὅλον συνέγραψε. δειχθήσεται δὲ ἐν τῷ περὶ αὐτῆς λόγῳ τοῦτο ψεῦδος.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.207
char LCS 92 (21.1%) · word LCS 19 (22.6%)
Stephanos
Ἀγάθυρσοι, ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ [ἀπ´] Ἀγαθύρσου τοῦ Ἡρακλέους, ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. ὁ τόνος βαρύς. τὰ εἰς « σος » ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι…
Herodian
…ῇ πρὸ τέλους συλλαβῇ βαρύνεται, Βάγαρσος, Μάγαρσος πόλις Κιλικίας. Μαίμαρσος πόλις Ἴστρων. Μόκαρσος Θρᾴκης χωρίον. Θεόπομπος πρώτῳ τῶν Φιλιππικῶν. Τούτοις ἀκολουθεῖ καὶ τὸ Ἀγάθυρσος εἴτε κύριον εἴτε ἐθνικὸν εἴη. ἔστι δὲ ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ ἀπ´ Ἀγαθύρσου τοῦ Ἡρακλέους ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. λέγονται καὶ Ἀγαθύρσιοι. καὶ τὸ Πέτορσος Λιβύης ἔθνος μέγα καὶ πολυάνθρωπον, Ἄορσος ἔθνος
Herodian 1.211
char LCS 39 (8.9%) · word LCS 6 (7.1%)
Stephanos
…ς » ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπὴν τοῦ Καβασσός. πόλις δὲ αὕτη τοῦ Ὀθρυονέως, περὶ ἧς βιβλίον ὅλον συνέγραψε. δειχθήσεται δὲ ἐν τῷ περὶ αὐτῆς λόγῳ τοῦτο ψεῦδος.
Herodian
…τι τὸν Θρᾴκιον Αἷμον. καὶ συμφωνεῖ καὶ ἡ τοῦ γάμου ἐλπὶς τῶν Θρᾳκῶν ἀκολασίᾳ. Ἑλλάνικος δὲ τῆς Λυκίας πόλιν. Ἀπίων δὲ ἀληθέστερόν φησι κώμην εἶναι Καππαδοκίας μεταξὺ Ταρσοῦ καὶ Μαζάκων. λέγεται δὲ καὶ Καβασσός, ὅπερ ἀπὸ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπήν. τὸ δὲ Μάρπησσος βαρύνεται ὡς παρώνυμον ἀπὸ τοῦ Μάρπησσα. τὸ δὲ Κάρησος καὶ Βρίλησος δι´ ἑνὸς 'σ' γραφόμενα βαρύνεται. τὸ δὲ Κάρησος (Μ 20) Τυραννίων ὀξύνει· οὕτω γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρχος β…
Herodian 1.32
char LCS 33 (7.6%) · word LCS 7 (8.3%)
Stephanos
Ἀγάθυρσοι, ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ [ἀπ´] Ἀγαθύρσου τοῦ Ἡρακλέους, ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. ὁ τόνος βαρύς. τὰ εἰς « σος » ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπὴν …
Herodian
… ἀφ´ οὗ οἱ Νασαμῶνες τὸ Λιβυκὸν ἔθνος, ὡς Καλλίμαχος, ὀξυτόνως πρὸς ἀντιδιαστολὴν ἴσως τοῦ κυρίου ὀνόματος. Ἀβράμων ἀφ´ οὗ Ἰουδαῖοι Ἑβραῖοι, ὥς φησι Χάραξ. τὸ δὲ τεράμων βαρύνεται ὡς διὰ τοῦ 'ο' κλινόμενον. Τὰ εἰς 'μων' ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν βραχεῖαν, ὑπεσταλμένης τῆς εἰς τὸ 'α' παραλήξεως, εἰ μὲν κλίνοιτο διὰ
Herodian 1.168
char LCS 22 (5.0%) · word LCS 5 (6.0%)
Stephanos
Ἀγάθυρσοι, ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ [ἀπ´] Ἀγαθύρσου τοῦ Ἡρακλέους, ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. ὁ τόνος βαρύς. τὰ εἰς « σος » ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπὴν τοῦ …
Herodian
Τὰ εἰς 'μος' ἔχοντα τὴν πρὸ τέλους εἰς 'μ' καταλήγουσαν ἀρσενικὰ προσηγορικά, εἰ ἀπὸ τῆς πρώτης εἴη συζυγίας, ὀξύνεται, γράφω γραμμός, τρίβω τριμμός, θλίβω θλιμμός, κόπτω κομμός. τὸ δὲ ἄμμος καὶ ψάμμος θηλυκά. ἔτι καὶ τὸ μάμμος ὁ ἔκγονος βαρύνεται ἐπιθετικὸν…
Herodian 1.33
char LCS 21 (4.8%) · word LCS 5 (6.0%)
Stephanos
Ἀγάθυρσοι, ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ [ἀπ´] Ἀγαθύρσου τοῦ Ἡρακλέους, ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. ὁ τόνος βαρύς. τὰ εἰς « σος » ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπὴν τοῦ …
Herodian
…τὸ Κραννών ὡς ἐπὶ πόλεως ὀξύνεται· ἔστι δὲ πόλις τῆς Θεσσαλίας τῆς Πελασγιώτιδος ἐν τοῖς Τέμπεσιν, ὡς Ἑκαταῖος Εὐρώπῃ. ἔστι καὶ ἄλλη πόλις Ἀθαμανίας ἀπὸ Κραννῶνος τοῦ Πελασγοῦ. καὶ τὸ δαφνών ὡς περιεκτικόν. Τὰ εἰς 'νων' ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν ἢ φωνήεντα λήγοντα, εἰ μὴ τοπικὰ εἴη, βαρύνεται καὶ τὰ διὰ τοῦ 'ονος' ὡς ἀμείνων
Herodian 1.338
char LCS 21 (4.8%) · word LCS 5 (6.0%)
Stephanos
Ἀγάθυρσοι, ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ [ἀπ´] Ἀγαθύρσου τοῦ Ἡρακλέους, ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. ὁ τόνος βαρύς. τὰ εἰς « σος » ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπὴν τοῦ …
Herodian
…άπαι πόλις Ἑλλησποντία. Ἀνδροτίων γʹ Ἀτθίδος. τὸ δὲ τυπή ὀξύνεται καὶ τὸ ῥοπή καὶ τροπή καὶ ὀπή καὶ κλοπή. καὶ ῥιπή. τὸ δὲ Ῥίπη Ἀρκαδικὴ πόλις βαρύνεται εἰς ἰδιότητα »Ῥίπην τε Στρατίην τε« (Β 606). Τὰ εἰς 'πη' δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς σύμφωνον καταλήγουσαν βαρύνεται, ἅρπη, λάμπη· ἔστι καὶ Λάμπη πόλις Κρήτης Ἀγαμέμνονος κτίσμα ἀπὸ Λάμπου τοῦ Ταρραίου. ἔστι καὶ δευτέρα τῆς Ἀκαρνανίας. καὶ τρίτη τῆς Ἀργολίδος, ὡς Φίλων. Ξενίων δὲ ἐν Κρητικοῖς διὰ δύο 'π…
Herodian 1.438
char LCS 21 (4.8%) · word LCS 5 (6.0%)
Stephanos
Ἀγάθυρσοι, ἔθνος ἐνδοτέρω τοῦ Αἵμου. κέκληνται δὲ ἢ [ἀπ´] Ἀγαθύρσου τοῦ Ἡρακλέους, ἢ ὡς Πείσανδρος ἀπὸ τῶν θύρσων τοῦ Διονύσου. ὁ τόνος βαρύς. τὰ εἰς « σος » ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους εἰς ἀμετάβολον λήγουσαν βαρύνεται, Μάγαρσος πόλις Κιλικίας, Μαίμαρσος πόλις Ἴστρων. οὕτως Ἀγάθυρσος, καὶ κύριον καὶ ἐθνικόν. λέγονται καὶ Ἀγαθύρσιοι κτητικῶς ἢ ἐθνικῶς. ἀπὸ δὲ τοῦ Καβακησός οἴεται Δίδυμος κατὰ συγκοπὴν τοῦ …
Herodian
…ησίον τοῦ 'ω'. σεσημείωται τὸ στενάχω καὶ ἰάχω. τὸ δὲ διδάχω διδάξω οὐκ ἐν χρήσει ὂν βαρύνεται. Τὰ εἰς 'δω' δισύλλαβα παραληγόμενα τῷ 'η' βαρύνεται, ἥδω ἥδομαι, κήδω κήδομαι, τὸ δὲ πηδῶ περισπᾶται. Τὰ εἰς 'δω' δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους εἰς τὸ 'ε' καταλήγουσαν περισπᾶται, ἐδῶ ἐδήσω, μεδῶ, ἐξ οὗ τὸ μεδέων, μεδήσω. ταῦτα δὲ βαρύτονα λέγονται ἔδω καὶ μέδω. ἔτι βαρύνεται τὸ ῥέδω. Πᾶν εἰς 'δω' λῆγον ἔχον τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν μετὰ βραχείας…