Ἄγκυρα

Stephanos of Byzantium - Ethnika

Ἄγκυρα OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #33
Greek source: meineke
Meineke: 15.9 | Billerbeck: Α33
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-01-28
Word count: 234
Source: vol1_114.jpg
Edit
Ἄγκυρα, πόλις Γαλατίας. οἱ δὲ Φρυγίας αὐτὴν ἀναγράφουσιν. ἔοικε δ´ οὖν [Φρυγίας] διὰ τὸ ἀμφοτέρων εἶναι· Γαλατῶν γὰρ οὖσα ὅμορός ἐστι τῇ μεγάλῃ Φρυγίᾳ. οἱ γὰρ ἀπὸ Κελτικῆς Γαλάται, ὡς Στράβων φησὶ δωδεκάτῳ, εἰς τούτους πλανηθέντες τοὺς τόπους τριμερεῖς τε γενόμενοι εἰς τοσαύτας μοίρας διενείμαντο τὴν χώραν. Ἀπολλώνιος δὲ ἐν ἑπτακαιδεκάτῃ Καρικῶν ἱστορεῖ Μιθριδάτῃ καὶ Ἀριοβαρζάνῃ νεήλυδας τοὺς Γαλάτας συμμαχήσαντας διῶξαι τοὺς ὑπὸ Πτολεμαίου σταλέντας Αἰγυπτίους ἄχρι θαλάσσης, καὶ λαβεῖν τὰς ἀγκύρας τῶν νεῶν αὐτῶν, καὶ μισθὸν τῆς νίκης εἰς πολισμὸν λαβόντας χώραν κτίσαι καὶ ὀνομάσαι οὕτως. τρεῖς δὲ πόλεις ἔκτισαν, Ἄγκυραν ἀπὸ τοῦ κατὰ τὸν πόλεμον πλεονεκτήματος, τὴν δὲ ἀπὸ Πεσσινοῦντος τοῦ ἄρχοντος, τὴν δὲ Ταυίαν ἀπὸ τοῦ ἑτέρου ἄρχοντος. τὸ ἐθνικὸν Ἀγκυρανός. τὰ εἰς « νος » ἐθνικά, ἐὰν ἀπὸ τῆς γενικῆς τοῦ πρωτοτύπου γένοιτο καθαρευούσης, τῷ « α » παραλήγει μακρῷ καὶ μιᾷ συλλαβῇ τῆς γενικῆς περιττεύει, οὐκ ἀναστρέφοντος τοῦ λόγου. οὐ γὰρ ὅσα τὸ « α » κατὰ τὴν παραλήγουσαν ἔχει, ταῦτα ἐκ θηλυκῶν προῆκται. τοῦ μὲν προτέρου παραδείγματος ταῦτα, Ἀσιανός Καρδιανός Ὀλβιανός Φασιανός, ἀπὸ τῆς Φάσιος πόλεως, Τράλλιος Τραλλιανός, Σάρδιος Σαρδιανός, [τοῦ δὲ δευτέρου] Πάριον Παρίου Παριανός, Βοσπορίου Βοσποριανός (ἀπὸ τῶν ἐθνικῶν ἐθνικά, ὡς τοῦ Ῥοδίου τὸ Ῥοδιακός κτητικὸν καὶ Σαμίου τὸ Σαμιακός), Κίου πόλεως Μυσίας Κιανός, Τίου Τιανός, Καρίου Καριανός, Σηλυμβρίου Σηλυμβριανός. ἡμάρτηται τὸ Βοτρυηνός, ἐὰν ἀπὸ τοῦ Βότρυος γέγονεν. ἐντεῦθεν δὲ ὁ τύπος μιᾷ περιττεύει, σπανίως δὲ δυσίν, ὡς τὸ Ταυριανός καὶ Σκορπιανός καὶ Ζυγιανός, ἅπερ ἀπὸ τῶν Σκόρπων καὶ Ταύρων καὶ Ζυγῶν παράγεσθαι δοκοῦσι, δυνάμενα καὶ αὐτὰ ἀπὸ τῶν προτέρων παράγεσθαι τοπικῶν, Ζυγίων Σκορπίων Ταυρίων. πρόσκειται οὐκ ἀναστρέφοντος τοῦ λόγου, διὰ τὸ Ἱσπανός Καρμανός Καμπανός Γερμανός Βρεττανός Ὠρητανός Ἀφρικανός Ἀλβανός Ὑρκανός. οὐδὲν γὰρ τούτων ἀπὸ γενικῆς καθαρευούσης. ὁ δὲ Ὦρός φησι “τὰ μέντοι [μὴ] καθαρεύοντα τῷ « η » θέλει παραλήγεσθαι χωρὶς εἰ μὴ τῷ « ρ » παρεδρευόμενα διφοροῖτο, καθάπερ ἐπὶ τοῦ Ἀγκυρανός καὶ Θυατειρηνός Γερμανός καὶ Γαγγρηνός. ὧν τὰ μὲν παρὰ τὴν Ἄγκυραν .... συνεξέδραμεν τῷ Σωρανός Βοστρανός, τὰ δὲ ἀπὸ τοῦ τὰ Θυάτειρα καὶ τὰ Γάγγρα παρῆκται. ἀλλὰ καὶ θηλυκῶς λέγεται ἡ Γάγγρα”. [ὡς Πολυίστωρ φησίν, αἰπόλον φάναι περὶ τὸν τόπον αἶγας νέμοντα, κτίσαντα οὖν πόλιν οὕτως ὀνομάσαι· οὕτω γὰρ ὄνομα τῇ αἰγί.]
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.261
char LCS 232 (13.4%) · word LCS 38 (11.1%)
Stephanos
…· Γαλατῶν γὰρ οὖσα ὅμορός ἐστι τῇ μεγάλῃ Φρυγίᾳ. οἱ γὰρ ἀπὸ Κελτικῆς Γαλάται, ὡς Στράβων φησὶ δωδεκάτῳ, εἰς τούτους πλανηθέντες τοὺς τόπους τριμερεῖς τε γενόμενοι εἰς τοσαύτας μοίρας διενείμαντο τὴν χώραν. Ἀπολλώνιος δὲ ἐν ἑπτακαιδεκάτῃ Καρικῶν ἱστορεῖ Μιθριδάτῃ καὶ Ἀριοβαρζάνῃ νεήλυδας τοὺς Γαλάτας συμμαχήσαντας διῶξαι τοὺς ὑπὸ Πτολεμαίου σταλέντας Αἰγυπτίους ἄχρι θαλάσσης, καὶ λαβεῖν τὰς ἀγκύρας τῶν νεῶν αὐτῶν, καὶ μισθὸν τῆς νίκης εἰς πολισμὸν λαβόντας χώραν κτίσαι καὶ ὀνομάσαι οὕτως. τρεῖς δὲ πόλεις ἔκτισαν, Ἄγκυραν ἀπὸ τοῦ κατὰ τὸν πόλεμον πλεονεκτήματος, τὴν δὲ ἀπὸ Πεσσινοῦντος τοῦ ἄρχοντος, τὴν δὲ Ταυίαν ἀπὸ τοῦ ἑτέρου ἄρχοντος. τὸ ἐθνικὸν Ἀγκυρανός. τὰ εἰς « νος » ἐθνικά, ἐὰν ἀπὸ τῆς γενικῆς το…
Herodian
…α νῆσος. ἀμφιβόλως ἔχει ἡ τῆς νήσου γραφή. λέγεται γὰρ καὶ διὰ τοῦ 'ο' Κόρκυρα, ἑτέρα δὲ Κέρκυρα ἐντὸς τοῦ Ἰονίου διὰ τοῦ 'ο' μάλιστα λεγομένη Κόρκυρα ἡ καὶ Μέλαινα καλουμένη. ἄγκυρα. ἔστι καὶ πόλις Γαλατίας. Ἀπολλώνιος ἐν ἑπτακαιδεκάτῃ Καρικῶν ἱστορεῖ Μιθριδάτῃ καὶ Ἀριοβαρζάνῃ νεήλυδας τοὺς Γαλάτας συμμαχήσαντας διῶξαι τοὺς ὑπὸ Πτολεμαίου σταλέντας Αἰγυπτίους ἄχρι θαλάσσης καὶ λαβεῖν τὰς ἀγκύρας τῶν νεῶν αὐτῶν, καὶ μισθὸν τῆς νίκης εἰς πολισμὸν λαβόντας χώραν κτίσαι καὶ ὀνομάσαι οὕτως. γέφυρα.
Herodian 1.179
char LCS 42 (2.7%) · word LCS 5 (1.8%)
Stephanos
…ς καὶ Σκορπιανός καὶ Ζυγιανός, ἅπερ ἀπὸ τῶν Σκόρπων καὶ Ταύρων καὶ Ζυγῶν παράγεσθαι δοκοῦσι, δυνάμενα καὶ αὐτὰ ἀπὸ τῶν προτέρων παράγεσθαι τοπικῶν, Ζυγίων Σκορπίων Ταυρίων. πρόσκειται οὐκ ἀναστρέφοντος τοῦ λόγου, διὰ τὸ Ἱσπανός Καρμανός Καμπανός Γερμανός Βρεττανός Ὠρητανός Ἀφρικανός Ἀλβανός Ὑρκανός. οὐδὲν γὰρ τούτων ἀπὸ γενικῆς καθαρευούσης. ὁ δὲ Ὦρός φησι “τὰ μέντοι [μὴ] καθαρεύοντα τῷ « η » θέλει παραλήγεσθαι χωρὶς εἰ μὴ τῷ « ρ » παρεδρευόμενα διφοροῖτο, καθάπερ ἐπὶ τοῦ Ἀγκυρανός …
Herodian
…νος' τοῦ 'α' ἐκτεταμένου ὀξύνεται, Ἀγκυρανός, Ἀσιανός, Καρδιανός, Ὀλβιανός, Φασιανός, Τραλλιανός, Σαρδιανός, Παριανός, Βοσποριανός, Κιανός, Τιανός, Ζυγιανός, Ταυριανός, Σκορπιανός. Τοξιανός ἔθνος Ταυρικὸν τὸ καὶ Τόξιοι. Ἱσπανός, Καρμανός, Καμπανός, Γερμανός, Βρεττανός, Ὠρετανός, Ἀφρικανός, Ἀλβανός, Ὑρκανός. Ἀλαμανός ἔθνος Γερμανοῖς πρόσχωρον. Ἀλανός ὄρος Σαρματίας. Ἀμενανός ποταμὸς Σικελίας. Ἀρβαξανός ἔθνος Λιγυστικόν «παρέπλεον δὲ τὴν χώραν τὴν μὲν πρώτην ἔρημον, ἣν ἐνέμοντο πρότερον Ἰψ…
Herodian 1.413
char LCS 22 (2.1%) · word LCS 5 (2.6%)
Stephanos
…ου ἄρχοντος. τὸ ἐθνικὸν Ἀγκυρανός. τὰ εἰς « νος » ἐθνικά, ἐὰν ἀπὸ τῆς γενικῆς τοῦ πρωτοτύπου γένοιτο καθαρευούσης, τῷ « α » παραλήγει μακρῷ καὶ μιᾷ συλλαβῇ τῆς γενικῆς περιττεύει, οὐκ ἀναστρέφοντος τοῦ λόγου. οὐ γὰρ ὅσα τὸ « α » κατὰ τὴν παραλήγουσαν ἔχει, ταῦτα ἐκ θηλυκῶν προῆκται. τοῦ μὲν προτέρου παραδείγματος ταῦτα, Ἀσιανός Καρδιανός Ὀλβιανός Φασιανός, ἀπὸ τῆς Φάσιος πόλεως, Τράλλιος Τραλλιανός, Σάρδιος Σαρδιανός, [τοῦ δὲ δευτέρου] Πάριον Παρίου Παριανός, Βοσπορ…
Herodian
…ύπῳ βεβαρυτόνηται· τὰ γὰρ ἔχοντα διπλασιασμὸν τοῦ 'σ' τῷ 'ε' παραληγόμενα βαρύνεται, θήρεσσι, κύνεσσι οὕτως οὖν τὸ σπέσσι. τὸ γοῦν ποσσί μὴ παραληγόμενον τῷ 'ε' εὐλόγως ὠξύνθη. Πάλιν ἡ γυναιξί σημειούσθω. Αἱ πλεονάσασαι τὸ 'α' κατὰ τὴν παραλήγουσαν παροξύνονται, πατράσι, θυγατράσι, μητράσι. Αἱ μεταπεπλασμέναι ὑπὲρ δύο συλλαβὰς ἀπὸ μὲν τῶν εἰς 'ῳ' προπαροξύνονται, πολυπλατάγῳ πολυπλάταγι, διχομήνῳ διχόμηνι. τοῦτο δύναται ἀπὸ τοῦ διχόμηνις «πρὸς γάρ οἱ διχόμηνις ἀπ´…