Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ἁγνώνεια, πόλις Θρᾴκης πλησίον Ἀμφιπόλεως, Ἅγνωνος κτίσμα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων. τὸ ἐθνικὸν Ἁγνωνείτης, ὡς Μαρωνείτης τοῦ Μαρώνεια καὶ Καυκωνείτης τοῦ Καυκώνεια, κατ´ ἔλλειψιν τοῦ « α ».
…τη ἐν τῇ Μαργιανῇ Παρθυαίων. Στράβων ἑνδεκάτῃ. τρισκαιδεκάτη ἡ Ταρσός. τεσσαρεσκαιδεκάτη Ἰσαυρίας ἡ Λαμπωτὶς λεγομένη. Ἀσπαλάθεια πόλις Ταφίων. Νίκανδρος ἑτεροιουμένων πρώτῃ «Ἀσπαλάθεια βοήροτος». Ἀττάλεια πόλις Λυδίας. Ἁγνώνεια πόλις Θρᾴκης πλησίον Ἀμφιπόλεως, Ἅγνωνος κτίσμα τοῦ στρατηγοῦ τῶν Ἀθηναίων. Αἰξώνεια πόλις Μαγνησίας. Ἀκαδήμεια γυμνάσιον Ἀθήνησιν ἀπὸ Ἀκαδήμου. γράφεται καὶ διὰ τοῦ 'ε' Ἐκαδήμεια· οἱ δ´ ὅτι Ἔχεμος ὁ Ἀρκὰς συστρατεύσας τοῖς Διοσκούροις ὑποχείριον ἔσχε τὴν Ἀττικήν, ἐξ οὗ Ἐχεδήμειάν φασιν. μὴ βο…